ἰούς γʼ ἀφύκτους καὶ προπέμποντας φόνον. Νεοπτόλεμος οὐκ ἆρʼ ἐκείνῳ γʼ οὐδὲ προσμῖξαι θρασύ; Ὀδυσσεύς οὔ, μὴ δόλῳ λαβόντα γʼ, ὡς ἐγὼ λέγω. Νεοπτόλεμος οὐκ αἰσχρὸν ἡγεῖ δῆτα τὸ ψευδῆ λέγειν; Ὀδυσσεύς οὔκ, εἰ τὸ σωθῆναί γε τὸ ψεῦδος φέρει. Νεοπτόλεμος πῶς οὖν βλέπων τις ταῦτα τολμήσει λακεῖν; Ὀδυσσεύς ὅταν τι δρᾷς εἰς κέρδος, οὐκ ὀκνεῖν πρέπει. Νεοπτόλεμος κέρδος δʼ ἐμοὶ τί τοῦτον ἐς Τροίαν μολεῖν; Ὀδυσσεύς αἱρεῖ τὰ τόξα ταῦτα τὴν Τροίαν μόνα. Νεοπτόλεμος οὐκ ἆρʼ ὁ πέρσων, ὡς ἐφάσκετʼ, εἴμʼ ἐγώ; Ὀδυσσεύς οὔτʼ ἂν σὺ κείνων χωρὶς οὔτʼ ἐκεῖνα σοῦ. Νεοπτόλεμος θηρατέʼ οὖν γίγνοιτʼ ἄν, εἴπερ ὧδʼ ἔχει. Ὀδυσσεύς ὡς τοῦτό γʼ ἔρξας δύο φέρει δωρήματα. Νεοπτόλεμος ποίω; μαθὼν γὰρ οὐκ ἂν ἀρνοίμην τὸ δρᾶν. Ὀδυσσεύς σοφός τʼ ἂν αὑτὸς κἀγαθὸς κεκλῇʼ ἅμα.