<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1048">εἴ μοι παρείκοι· νῦν δʼ ἑνὸς κρατῶ λόγου.</l><l n="1049">οὗ γὰρ τοιούτων δεῖ, τοιοῦτός εἰμʼ ἐγώ·</l><l n="1050">χὤπου δικαίων κἀγαθῶν ἀνδρῶν κρίσις,</l><l n="1051">οὐκ ἂν λάβοις μου μᾶλλον οὐδένʼ εὐσεβῆ.</l><l n="1052">νικᾶν γε μέντοι πανταχοῦ χρῄζων ἔφυν,</l><l n="1053">πλὴν εἰς σέ· νῦν δὲ σοί γʼ ἑκὼν ἐκστήσομαι.</l><l n="1054">ἄφετε γὰρ αὐτὸν μηδὲ προσψαύσητʼ ἔτι·</l><l n="1055">ἐᾶτε μίμνειν.  οὐδὲ σοῦ προσχρῄζομεν,</l><l n="1056">τά γʼ ὅπλʼ ἔχοντες ταῦτʼ, ἐπεὶ πάρεστι μὲν</l><l n="1057">Τεῦκρος παρʼ ἡμῖν, τήνδʼ ἐπιστήμην ἔχων,</l><l n="1058">ἐγώ θʼ, ὃς οἶμαι σοῦ κάκιον οὐδὲν ἂν</l><l n="1059">τούτων κρατύνειν, μηδʼ ἐπιθύνειν χερί.</l><l n="1060">τί δῆτα σοῦ δεῖ; χαῖρε τὴν Λῆμνον πατῶν·</l><l n="1061">ἡμεῖς δʼ ἴωμεν, καὶ τάχʼ ἂν τὸ σὸν γέρας</l><l n="1062">τιμὴν ἐμοὶ νείμειεν, ἣν σὲ χρῆν ἔχειν.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="1063">οἴμοι· τί δράσω δύσμορος; σὺ τοῖς ἐμοῖς</l><l n="1064">ὅπλοισι κοσμηθεὶς ἐν Ἀργείοις φανεῖ;</l></sp><sp><speaker>Ὀδυσσεύς</speaker><l n="1065">μή μʼ ἀντιφώνει μηδέν, ὡς στείχοντα δή.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="1066">ὦ σπέρμʼ Ἀχιλλέως, οὐδὲ σοῦ φωνῆς ἔτι</l><l n="1067">γενήσομαι προσφθεγκτός, ἀλλʼ οὕτως ἄπει;</l></sp><sp><speaker>Ὀδυσσεύς</speaker><l n="1068">χώρει σύ· μὴ πρόσλευσσε, γενναῖός περ ὤν,</l><l n="1069">ἡμῶν ὅπως μὴ τὴν τύχην διαφθερεῖς.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="1070">ἦ καὶ πρὸς ὑμῶν ὧδʼ ἔρημος, ὦ ξένοι,</l><l n="1071">λειφθήσομαι δὴ κοὐκ ἐποικτερεῖτέ με;</l></sp><sp><speaker>Χορός</speaker><l n="1072">ὅδʼ ἐστὶν ἡμῶν ναυκράτωρ ὁ παῖς· ὅσʼ ἂν</l></sp></div></div></body></text></TEI>