εἴ μοι παρείκοι· νῦν δʼ ἑνὸς κρατῶ λόγου. οὗ γὰρ τοιούτων δεῖ, τοιοῦτός εἰμʼ ἐγώ· χὤπου δικαίων κἀγαθῶν ἀνδρῶν κρίσις, οὐκ ἂν λάβοις μου μᾶλλον οὐδένʼ εὐσεβῆ. νικᾶν γε μέντοι πανταχοῦ χρῄζων ἔφυν, πλὴν εἰς σέ· νῦν δὲ σοί γʼ ἑκὼν ἐκστήσομαι. ἄφετε γὰρ αὐτὸν μηδὲ προσψαύσητʼ ἔτι· ἐᾶτε μίμνειν. οὐδὲ σοῦ προσχρῄζομεν, τά γʼ ὅπλʼ ἔχοντες ταῦτʼ, ἐπεὶ πάρεστι μὲν Τεῦκρος παρʼ ἡμῖν, τήνδʼ ἐπιστήμην ἔχων, ἐγώ θʼ, ὃς οἶμαι σοῦ κάκιον οὐδὲν ἂν τούτων κρατύνειν, μηδʼ ἐπιθύνειν χερί. τί δῆτα σοῦ δεῖ; χαῖρε τὴν Λῆμνον πατῶν· ἡμεῖς δʼ ἴωμεν, καὶ τάχʼ ἂν τὸ σὸν γέρας τιμὴν ἐμοὶ νείμειεν, ἣν σὲ χρῆν ἔχειν. Φιλοκτήτης οἴμοι· τί δράσω δύσμορος; σὺ τοῖς ἐμοῖς ὅπλοισι κοσμηθεὶς ἐν Ἀργείοις φανεῖ; Ὀδυσσεύς μή μʼ ἀντιφώνει μηδέν, ὡς στείχοντα δή. Φιλοκτήτης ὦ σπέρμʼ Ἀχιλλέως, οὐδὲ σοῦ φωνῆς ἔτι γενήσομαι προσφθεγκτός, ἀλλʼ οὕτως ἄπει; Ὀδυσσεύς χώρει σύ· μὴ πρόσλευσσε, γενναῖός περ ὤν, ἡμῶν ὅπως μὴ τὴν τύχην διαφθερεῖς. Φιλοκτήτης ἦ καὶ πρὸς ὑμῶν ὧδʼ ἔρημος, ὦ ξένοι, λειφθήσομαι δὴ κοὐκ ἐποικτερεῖτέ με; Χορός ὅδʼ ἐστὶν ἡμῶν ναυκράτωρ ὁ παῖς· ὅσʼ ἂν