ἄτιμον ἔβαλον, ὡς σὺ φής, κεῖνοι δὲ σέ. καὶ νῦν τί μʼ ἄγετε; τί μʼ ἀπάγεσθε; τοῦ χάριν; ὃς οὐδέν εἰμι καὶ τέθνηχʼ ὑμῖν πάλαι. πῶς, ὦ θεοῖς ἔχθιστε, νῦν οὐκ εἰμί σοι χωλός, δυσώδης; πῶς θεοῖς ἔξεσθʼ, ὁμοῦ πλεύσαντος αἴθειν ἱερά; πῶς σπένδειν ἔτι; αὕτη γὰρ ἦν σοι πρόφασις ἐκβαλεῖν ἐμέ. κακῶς ὄλοισθʼ· ὀλεῖσθε δʼ ἠδικηκότες τὸν ἄνδρα τόνδε, θεοῖσιν εἰ δίκης μέλει. ἔξοιδα δʼ ὡς μέλει γʼ· ἐπεὶ οὔποτʼ ἂν στόλον ἐπλεύσατʼ ἂν τόνδʼ εἵνεκʼ ἀνδρὸς ἀθλίου, εἰ μή τι κέντρον θεῖον ἦγʼ ὑμᾶς ἐμοῦ. ἀλλʼ, ὦ πατρῴα γῆ θεοί τʼ ἐπόψιοι, τίσασθε τίσασθʼ ἀλλὰ τῷ χρόνῳ ποτὲ ξύμπαντας αὐτούς, εἴ τι κἄμʼ οἰκτίρετε· ὡς ζῶ μὲν οἰκτρῶς, εἰ δʼ ἴδοιμʼ ὀλωλότας τούτους, δοκοῖμʼ ἂν τῆς νόσου πεφευγέναι. Χορός βαρύς τε καὶ βαρεῖαν ὁ ξένος φάτιν τήνδʼ εἶπʼ, Ὀδυσσεῦ, κοὐχ ὑπείκουσαν κακοῖς. Ὀδυσσεύς πόλλʼ ἂν λέγειν ἔχοιμι πρὸς τὰ τοῦδʼ ἔπη, εἴ μοι παρείκοι· νῦν δʼ ἑνὸς κρατῶ λόγου. οὗ γὰρ τοιούτων δεῖ, τοιοῦτός εἰμʼ ἐγώ· χὤπου δικαίων κἀγαθῶν ἀνδρῶν κρίσις, οὐκ ἂν λάβοις μου μᾶλλον οὐδένʼ εὐσεβῆ. νικᾶν γε μέντοι πανταχοῦ χρῄζων ἔφυν, πλὴν εἰς σέ· νῦν δὲ σοί γʼ ἑκὼν ἐκστήσομαι. ἄφετε γὰρ αὐτὸν μηδὲ προσψαύσητʼ ἔτι· ἐᾶτε μίμνειν. οὐδὲ σοῦ προσχρῄζομεν, τά γʼ ὅπλʼ ἔχοντες ταῦτʼ, ἐπεὶ πάρεστι μὲν Τεῦκρος παρʼ ἡμῖν, τήνδʼ ἐπιστήμην ἔχων,