<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1">ἀκτὴ μὲν ἥδε τῆς περιρρύτου χθονὸς</l><l n="2">Λήμνου, βροτοῖς ἄστιπτος οὐδʼ οἰκουμένη,</l><l n="3">ἔνθʼ, ὦ κρατίστου πατρὸς Ἑλλήνων τραφεὶς</l><l n="4">Ἀχιλλέως παῖ Νεοπτόλεμε, τὸν Μηλιᾶ</l><l n="5">Ποίαντος υἱὸν ἐξέθηκʼ ἐγώ ποτε,</l><l n="6">ταχθεὶς τόδʼ ἔρδειν τῶν ἀνασσόντων ὕπο,</l><l n="7">νόσῳ καταστάζοντα διαβόρῳ πόδα·</l><l n="8">ὅτʼ οὔτε λοιβῆς ἡμὶν οὔτε θυμάτων</l><l n="9">παρῆν ἑκήλοις προσθιγεῖν, ἀλλʼ ἀγρίαις</l><l n="10">κατεῖχʼ ἀεὶ πᾶν στρατόπεδον δυσφημίαις,</l><l n="11">βοῶν, στενάζων.  ἀλλὰ ταῦτα μὲν τί δεῖ</l><l n="12">λέγειν; ἀκμὴ γὰρ οὐ μακρῶν ἡμῖν λόγων,</l><l n="13">μὴ καὶ μάθῃ μʼ ἥκοντα κἀκχέω τὸ πᾶν</l><l n="14">σόφισμα, τῷ νιν αὐτίχʼ αἱρήσειν δοκῶ.</l><l n="15">ἀλλʼ ἔργον ἤδη σὸν τὰ λοίφʼ ὑπηρετεῖν</l><l n="16">σκοπεῖν θʼ ὅπου ʼστʼ ἐνταῦθα δίστομος πέτρα</l><l n="17">τοιάδʼ, ἵνʼ ἐν ψύχει μὲν ἡλίου διπλῆ</l><l n="18">πάρεστιν ἐνθάκησις, ἐν θέρει δʼ ὕπνον</l><l n="19">διʼ ἀμφιτρῆτος αὐλίου πέμπει πνοή·</l><l n="20">βαιὸν δʼ ἔνερθεν ἐξ ἀριστερᾶς τάχʼ ἂν</l><l n="21">ἴδοις ποτὸν κρηναῖον, εἴπερ ἐστὶ σῶν.</l><l n="22">ἅ μοι προσελθὼν σῖγα σήμαινʼ εἴτʼ ἐκεῖ</l><l n="23">χῶρον τὸν αὐτὸν  τόνδʼ ἔτʼ εἴτʼ ἄλλῃ κυρεῖ,</l><l n="24">ὡς τἀπίλοιπα τῶν λόγων σὺ μὲν κλύῃς,</l><l n="25">ἐγὼ δὲ φράζω, κοινὰ δʼ ἐξ ἀμφοῖν ἴῃ.</l></sp><milestone unit="card" n="26"/><sp><speaker>Νεοπτόλεμος</speaker><l n="26">ἄναξ Ὀδυσσεῦ, τοὔργον οὐ μακρὰν λέγεις·</l><l n="27">δοκῶ γὰρ οἷον εἶπας ἄντρον εἰσορᾶν.</l></sp><sp><speaker>Ὀδυσσεύς</speaker><l n="28">ἄνωθεν ἢ κάτωθεν; οὐ γὰρ ἐννοῶ.</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="29">τόδʼ ἐξύπερθε· καὶ στίβου γʼ οὐδεὶς κτύπος.</l></sp><sp><speaker>Ὀδυσσεύς</speaker><l n="30">ὅρα καθʼ ὕπνον μὴ καταυλισθεὶς κυρεῖ.</l></sp></div></div></body></text></TEI>