ἀκτὴ μὲν ἥδε τῆς περιρρύτου χθονὸς Λήμνου, βροτοῖς ἄστιπτος οὐδʼ οἰκουμένη, ἔνθʼ, ὦ κρατίστου πατρὸς Ἑλλήνων τραφεὶς Ἀχιλλέως παῖ Νεοπτόλεμε, τὸν Μηλιᾶ Ποίαντος υἱὸν ἐξέθηκʼ ἐγώ ποτε, ταχθεὶς τόδʼ ἔρδειν τῶν ἀνασσόντων ὕπο, νόσῳ καταστάζοντα διαβόρῳ πόδα· ὅτʼ οὔτε λοιβῆς ἡμὶν οὔτε θυμάτων παρῆν ἑκήλοις προσθιγεῖν, ἀλλʼ ἀγρίαις κατεῖχʼ ἀεὶ πᾶν στρατόπεδον δυσφημίαις, βοῶν, στενάζων. ἀλλὰ ταῦτα μὲν τί δεῖ λέγειν; ἀκμὴ γὰρ οὐ μακρῶν ἡμῖν λόγων, μὴ καὶ μάθῃ μʼ ἥκοντα κἀκχέω τὸ πᾶν σόφισμα, τῷ νιν αὐτίχʼ αἱρήσειν δοκῶ. ἀλλʼ ἔργον ἤδη σὸν τὰ λοίφʼ ὑπηρετεῖν