εὐπατριδᾶν ἀρωγαί. Χορός πᾶσι θνατοῖς ἔφυ μόρος. Ἠλέκτρα ἦ καὶ χαλάργοις ἐν ἁμίλλαις οὕτως, ὡς κείνῳ δυστάνῳ, τμητοῖς ὁλκοῖς ἐγκῦρσαι; Χορός ἄσκοπος ἁ λώβα. Ἠλέκτρα πῶς γὰρ οὔκ; εἰ ξένος ἄτερ ἐμᾶν χερῶν Χορός παπαῖ. Ἠλέκτρα κέκευθεν, οὔτε του τάφου ἀντιάσας οὔτε γόων παρʼ ἡμῶν. Χρυσόθεμις ὑφʼ ἡδονῆς τοι, φιλτάτη, διώκομαι τὸ κόσμιον μεθεῖσα σὺν τάχει μολεῖν· φέρω γὰρ ἡδονάς τε κἀνάπαυλαν ὧν πάροιθεν εἶχες καὶ κατέστενες κακῶν Ἠλέκτρα πόθεν δʼ ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτων ἄρηξιν, οἷς ἴασιν οὐκ ἔνεστʼ ἰδεῖν; Χρυσόθεμις πάρεστʼ Ὀρέστης ἡμίν, ἴσθι τοῦτʼ ἐμοῦ κλύουσʼ, ἐναργῶς, ὥσπερ εἰσορᾷς ἐμέ. Ἠλέκτρα ἀλλʼ ἦ μέμηνας, ὦ τάλαινα, κἀπὶ τοῖς σαυτῆς κακοῖσι κἀπὶ τοῖς ἐμοῖς γελᾷς; Χρυσόθεμις μὰ τὴν πατρῴαν ἑστίαν, ἀλλʼ οὐχ ὕβρει λέγω τάδʼ, ἀλλʼ ἐκεῖνον ὡς παρόντα νῷν. Ἠλέκτρα οἴμοι τάλαινα· καὶ τίνος βροτῶν λόγον τόνδʼ εἰσακούσασʼ ὧδε πιστεύεις ἄγαν; Χρυσόθεμις ἐγὼ μὲν ἐξ ἐμοῦ τε κοὐκ ἄλλης, σαφῆ σημεῖʼ ἰδοῦσα, τῷδε πιστεύω λόγῳ. Ἠλέκτρα τίνʼ, ὦ τάλαινʼ, ἔχουσα πίστιν; ἐς τί μοι βλέψασα θάλπει τῷδʼ ἀνηκέστῳ πυρί; Χρυσόθεμις πρός νυν θεῶν ἄκουσον, ὡς μαθοῦσά μου τὸ λοιπὸν ἢ φρονοῦσαν ἢ μωρὰν λέγῃς. Ἠλέκτρα σὺ δʼ οὖν λέγʼ, εἴ σοι τῷ λόγῳ τις ἡδονή. Χρυσόθεμις καὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην. ἐπεὶ γὰρ ἦλθον πατρὸς ἀρχαῖον τάφον, ὁρῶ κολώνης ἐξ ἄκρας νεορρύτους πηγὰς γάλακτος καὶ περιστεφῆ κύκλῳ πάντων ὅσʼ ἐστὶν ἀνθέων θήκην πατρός. ἰδοῦσα δʼ ἔσχον θαῦμα, καὶ περισκοπῶ μή πού τις ἡμῖν ἐγγὺς ἐγχρίμπτῃ βροτῶν. ὡς δʼ ἐν γαλήνῃ πάντʼ ἐδερκόμην τόπον, τύμβου προσεῖρπον ἆσσον· ἐσχάτης δʼ ὁρῶ πυρᾶς νεώρη βόστρυχον τετμημένον· κεὐθὺς τάλαινʼ ὡς εἶδον, ἐμπαίει τί μοι ψυχῇ σύνηθες ὄμμα, φιλτάτου βροτῶν πάντων Ὀρέστου τοῦθʼ ὁρᾶν τεκμήριον· καὶ χερσὶ βαστάσασα δυσφημῶ μὲν οὔ, χαρᾷ δὲ πίμπλημʼ εὐθὺς ὄμμα δακρύων. καὶ νῦν θʼ ὁμοίως καὶ τότʼ ἐξεπίσταμαι μή του τόδʼ ἀγλάϊσμα πλὴν κείνου μολεῖν· τῷ γὰρ προσήκει πλήν γʼ ἐμοῦ καὶ σοῦ τόδε; κἀγὼ μὲν οὐκ ἔδρασα, τοῦτʼ ἐπίσταμαι, οὐδʼ αὖ σύ· πῶς γάρ; ᾗ γε μηδὲ πρὸς θεοὺς ἔξεστʼ ἀκλαύστῳ τῆσδʼ ἀποστῆναι στέγης. ἀλλʼ οὐδὲ μὲν δὴ μητρὸς οὔθʼ ὁ νοῦς φιλεῖ τοιαῦτα πράσσειν οὔτε δρῶσʼ ἐλάνθανʼ ἄν· ἀλλʼ ἔστʼ Ὀρέστου ταῦτα τἀπιτύμβια. ἀλλʼ, ὦ φίλη, θάρσυνε· τοῖς αὐτοῖσί τοι οὐχ αὑτὸς αἰεὶ δαιμόνων παραστατεῖ. νῷν ἦν τὰ πρόσθεν στυγνός· ἡ δὲ νῦν ἴσως πολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν. Ἠλέκτρα φεῦ, τῆς ἀνοίας ὥς σʼ ἐποικτίρω πάλαι. Χρυσόθεμις τί δʼ ἔστιν; οὐ πρὸς ἡδονὴν λέγω τάδε; Ἠλέκτρα οὐκ οἶσθʼ ὅποι γῆς οὐδʼ ὅποι γνώμης φέρει. Χρυσόθεμις πῶς δʼ οὐκ ἐγὼ κάτοιδʼ ἅ γʼ εἶδον ἐμφανῶς; Ἠλέκτρα τέθνηκεν, ὦ τάλαινα, τἀκείνου δέ σοι σωτήριʼ ἔρρει· μηδὲν εἰς κεῖνόν γʼ ὅρα. Χρυσόθεμις οἴμοι τάλαινα· τοῦ τάδʼ ἤκουσας βροτῶν; Ἠλέκτρα τοῦ πλησίον παρόντος, ἡνίκʼ ὤλλυτο. Χρυσόθεμις καὶ ποῦ ʼστιν οὗτος; θαῦμά τοί μʼ ὑπέρχεται. Ἠλέκτρα κατʼ οἶκον, ἡδὺς οὐδὲ μητρὶ δυσχερής. Χρυσόθεμις οἴμοι τάλαινα· τοῦ γὰρ ἀνθρώπων ποτʼ ἦν τὰ πολλὰ πατρὸς πρὸς τάφον κτερίσματα; Ἠλέκτρα οἶμαι μάλιστʼ ἔγωγε τοῦ τεθνηκότος μνημεῖʼ Ὀρέστου ταῦτα προσθεῖναί τινα. Χρυσόθεμις ὦ δυστυχής· ἐγὼ δὲ σὺν χαρᾷ λόγους τοιούσδʼ ἔχουσʼ ἔσπευδον, οὐκ εἰδυῖʼ ἄρα ἵνʼ ἦμεν ἄτης· ἀλλὰ νῦν, ὅθʼ ἱκόμην, τά τʼ ὄντα πρόσθεν ἄλλα θʼ εὑρίσκω κακά. Ἠλέκτρα οὕτως ἔχει σοι ταῦτʼ· ἐὰν δέ μοι πίθῃ, τῆς νῦν παρούσης πημονῆς λύσεις βάρος. Χρυσόθεμις ἦ τοὺς θανόντας ἐξαναστήσω ποτέ; Ἠλέκτρα οὐκ ἔσθʼ ὅ γʼ εἶπον· οὐ γὰρ ὧδʼ ἄφρων ἔφυν. Χρυσόθεμις τί γὰρ κελεύεις ὧν ἐγὼ φερέγγυος; Ἠλέκτρα τλῆναί σε δρῶσαν ἃν ἐγὼ παραινέσω. Χρυσόθεμις ἀλλʼ εἴ τις ὠφέλειά γʼ, οὐκ ἀπώσομαι. Ἠλέκτρα ὅρα, πόνου τοι χωρὶς οὐδὲν εὐτυχεῖ. Χρυσόθεμις ὁρῶ. ξυνοίσω πᾶν ὅσονπερ ἂν σθένω. Ἠλέκτρα ἄκουε δή νυν ᾗ βεβούλευμαι ποεῖν. παρουσίαν μὲν οἶσθα καὶ σύ που φίλων ὡς οὔτις ἡμῖν ἔστιν, ἀλλʼ Ἅιδης λαβὼν ἀπεστέρηκε καὶ μόνα λελείμμεθον. ἐγὼ δʼ ἕως μὲν τὸν κασίγνητον βίῳ θάλλοντʼ ἔτʼ εἰσήκουον, εἶχον ἐλπίδας φόνου ποτʼ αὐτὸν πράκτορʼ ἵξεσθαι πατρός· νῦν δʼ ἡνίκʼ οὐκέτʼ ἔστιν, εἰς σὲ δὴ βλέπω, ὅπως τὸν αὐτόχειρα πατρῴου φόνου ξὺν τῇδʼ ἀδελφῇ μὴ κατοκνήσεις κτανεῖν Αἴγισθον· οὐδὲν γάρ σε δεῖ κρύπτειν μʼ ἔτι. ποῖ γὰρ μενεῖς ῥᾴθυμος, εἰς τίνʼ ἐλπίδων βλέψασʼ ἔτʼ ὀρθήν; ᾗ πάρεστι μὲν στένειν πλούτου πατρῴου κτῆσιν ἐστερημένῃ, πάρεστι δʼ ἀλγεῖν ἐς τοσόνδε τοῦ χρόνου ἄλεκτρα γηράσκουσαν ἀνυμέναιά τε. καὶ τῶνδε μέντοι μηκέτʼ ἐλπίσῃς ὅπως τεύξει ποτʼ· οὐ γὰρ ὧδʼ ἄβουλός ἐστʼ ἀνὴρ Αἴγισθος ὥστε σόν ποτʼ ἢ κἀμὸν γένος βλαστεῖν ἐᾶσαι, πημονὴν αὑτῷ σαφῆ. ἀλλʼ ἢν ἐπίσπῃ τοῖς ἐμοῖς βουλεύμασιν, πρῶτον μὲν εὐσέβειαν ἐκ πατρὸς κάτω θανόντος οἴσει τοῦ κασιγνήτου θʼ ἅμα· ἔπειτα δʼ, ὥσπερ ἐξέφυς, ἐλευθέρα καλεῖ τὸ λοιπὸν καὶ γάμων ἐπαξίων τεύξει· φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν. λόγων γε μὴν εὔκλειαν οὐχ ὁρᾷς ὅσην σαυτῇ τε κἀμοὶ προσβαλεῖς πεισθεῖσʼ ἐμοί; τίς γάρ ποτʼ ἀστῶν ἢ ξένων ἡμᾶς ἰδὼν τοιοῖσδʼ ἐπαίνοις οὐχὶ δεξιώσεται· ἴδεσθε τώδε τὼ κασιγνήτω, φίλοι, ὣ τὸν πατρῷον οἶκον ἐξεσωσάτην,