πώλους Ὀρέστης, τῷ τέλει πίστιν φέρων· ὅπως δʼ ὁρᾷ μόνον νιν ἐλλελειμμένον, ὀξὺν διʼ ὤτων κέλαδον ἐνσείσας θοαῖς πώλοις διώκει, κἀξισώσαντε ζυγὰ ἠλαυνέτην, τότʼ ἄλλος, ἄλλοθʼ ἅτερος κάρα προβάλλων ἱππικῶν ὀχημάτων. καὶ τοὺς μὲν ἄλλους πάντας ἀσφαλεῖς δρόμους ὡρμᾶθʼ ὁ τλήμων ὀρθὸς ἐξ ὀρθῶν δίφρων· ἔπειτα λύων ἡνίαν ἀριστερὰν κάμπτοντος ἵππου λανθάνει στήλην ἄκραν παίσας· ἔθραυσε δʼ ἄξονος μέσας χνόας κἀξ ἀντύγων ὤλισθεν· ἐν δʼ ἑλίσσεται τμητοῖς ἱμᾶσι· τοῦ δὲ πίπτοντος πέδῳ πῶλοι διεσπάρησαν ἐς μέσον δρόμον. στρατὸς δʼ ὅπως ὁρᾷ νιν ἐκπεπτωκότα δίφρων, ἀνωλόλυξε τὸν νεανίαν, οἷʼ ἔργα δράσας οἷα λαγχάνει κακά, φορούμενος πρὸς οὖδας, ἄλλοτʼ οὐρανῷ σκέλη προφαίνων, ἔς τέ νιν διφρηλάται, μόλις κατασχεθόντες ἱππικὸν δρόμον, ἔλυσαν αἱματηρόν, ὥστε μηδένα γνῶναι φίλων ἰδόντʼ ἂν ἄθλιον δέμας. καί νιν πυρᾷ κέαντες εὐθὺς ἐν βραχεῖ χαλκῷ μέγιστον σῶμα δειλαίας σποδοῦ φέρουσιν ἄνδρες Φωκέων τεταγμένοι, ὅπως πατρῴας τύμβον ἐκλάχῃ χθονός. τοιαῦτά σοι ταῦτʼ ἐστίν, ὡς μὲν ἐν λόγῳ ἀλγεινά, τοῖς δʼ ἰδοῦσιν, οἵπερ εἴδομεν, μέγιστα πάντων ὧν ὄπωπʼ ἐγὼ κακῶν. Χορός φεῦ φεῦ· τὸ πᾶν δὴ δεσπόταισι τοῖς πάλαι πρόρριζον, ὡς ἔοικεν, ἔφθαρται γένος. Κλυταιμνήστρα ὦ Ζεῦ, τί ταῦτα, πότερον εὐτυχῆ λέγω, ἢ δεινὰ μέν, κέρδη δέ; λυπηρῶς δʼ ἔχει, εἰ τοῖς ἐμαυτῆς τὸν βίον σῴζω κακοῖς. Παιδαγωγός τί δʼ ὧδʼ ἀθυμεῖς, ὦ γύναι, τῷ νῦν λόγῳ; Κλυταιμνήστρα δεινὸν τὸ τίκτειν ἐστίν· οὐδὲ γὰρ κακῶς πάσχοντι μῖσος ὧν τέκῃ προσγίγνεται. Παιδαγωγός μάτην ἄρʼ ἡμεῖς, ὡς ἔοικεν, ἥκομεν. Κλυταιμνήστρα οὔτοι μάτην γε· πῶς γὰρ ἂν μάτην λέγοις, εἴ μοι θανόντος πίστʼ ἔχων τεκμήρια προσῆλθες, ὅστις τῆς ἐμῆς ψυχῆς γεγώς, μαστῶν ἀποστὰς καὶ τροφῆς ἐμῆς, φυγὰς ἀπεξενοῦτο καί μʼ, ἐπεὶ τῆσδε χθονὸς ἐξῆλθεν, οὐκέτʼ εἶδεν, ἐγκαλῶν δέ μοι φόνους πατρῴους δείνʼ ἐπηπείλει τελεῖν; ὥστʼ οὔτε νυκτὸς ὕπνον οὔτʼ ἐξ ἡμέρας ἐμὲ στεγάζειν ἡδύν, ἀλλʼ ὁ προστατῶν χρόνος διῆγέ μʼ αἰὲν ὡς θανουμένην. νῦν δʼ—ἡμέρᾳ γὰρ τῇδʼ ἀπήλλαγμαι φόβου πρὸς τῆσδʼ ἐκείνου θʼ· ἥδε γὰρ μείζων βλάβη ξύνοικος ἦν μοι, τοὐμὸν ἐκπίνουσʼ ἀεὶ ψυχῆς ἄκρατον αἷμα—νῦν δʼ ἕκηλά που τῶν τῆσδʼ ἀπειλῶν οὕνεχʼ ἡμερεύσομεν. Ἠλέκτρα οἴμοι τάλαινα· νῦν γὰρ οἰμῶξαι πάρα, Ὀρέστα, τὴν σὴν ξυμφοράν, ὅθʼ ὧδʼ ἔχων πρὸς τῆσδʼ ὑβρίζει μητρός. ἆρʼ ἔχει καλῶς; Κλυταιμνήστρα οὔτοι σύ· κεῖνος δʼ ὡς ἔχει καλῶς ἔχει. Ἠλέκτρα ἄκουε, Νέμεσι τοῦ θανόντος ἀρτίως. Κλυταιμνήστρα ἤκουσεν ὧν δεῖ κἀπεκύρωσεν καλῶς. Ἠλέκτρα ὕβριζε· νῦν γὰρ εὐτυχοῦσα τυγχάνεις. Κλυταιμνήστρα οὔκουν Ὀρέστης καὶ σὺ παύσετον τάδε. Ἠλέκτρα πεπαύμεθʼ ἡμεῖς, οὐχ ὅπως σὲ παύσομεν. Κλυταιμνήστρα πολλῶν ἂν ἥκοις, ὦ ξένʼ, ἄξιος τυχεῖν, εἰ τήνδʼ ἔπαυσας τῆς πολυγλώσσου βοῆς. Παιδαγωγός οὐκοῦν ἀποστείχοιμʼ ἄν, εἰ τάδʼ εὖ κυρεῖ. Κλυταιμνήστρα ἥκιστʼ· ἐπείπερ οὔτʼ ἐμοῦ κατάξιʼ ἂν πράξειας οὔτε τοῦ πορεύσαντος ξένου. ἀλλʼ εἴσιθʼ εἴσω· τήνδε δʼ ἔκτοθεν βοᾶν ἔα τά θʼ αὑτῆς καὶ τὰ τῶν φίλων κακά. Ἠλέκτρα ἆρʼ ὑμὶν ὡς ἀλγοῦσα κὠδυνωμένη δεινῶς δακρῦσαι κἀπικωκῦσαι δοκεῖ τὸν υἱὸν ἡ δύστηνος ὧδʼ ὀλωλότα; ἀλλʼ ἐγγελῶσα φροῦδος· ὦ τάλαινʼ ἐγώ. Ὀρέστα φίλταθʼ, ὥς μʼ ἀπώλεσας θανών. ἀποσπάσας γὰρ τῆς ἐμῆς οἴχει φρενὸς αἵ μοι μόναι παρῆσαν ἐλπίδων ἔτι, σὲ πατρὸς ἥξειν ζῶντα τιμωρόν ποτε κἀμοῦ ταλαίνης. νῦν δὲ ποῖ με χρὴ μολεῖν; μόνη γάρ εἰμι, σοῦ τʼ ἀπεστερημένη καὶ πατρός. ἤδη δεῖ με δουλεύειν πάλιν ἐν τοῖσιν ἐχθίστοισιν ἀνθρώπων ἐμοὶ φονεῦσι πατρός. ἆρά μοι καλῶς ἔχει; ἀλλʼ οὔ τι μὴν ἔγωγε τοῦ λοιποῦ χρόνου ξύνοικος, εἴσειμʼ, ἀλλὰ τῇδε πρὸς πύλῃ παρεῖσʼ ἐμαυτὴν ἄφιλος αὐανῶ βίον. πρὸς ταῦτα καινέτω τις, εἰ βαρύνεται, τῶν ἔνδον ὄντων· ὡς χάρις μέν, ἢν κτάνῃ, λύπη δʼ, ἐὰν ζῶ· τοῦ βίου δʼ οὐδεὶς πόθος. Χορός ποῦ ποτε κεραυνοὶ Διὸς ἢ ποῦ φαέθων Ἅλιος, εἰ ταῦτʼ ἐφορῶντες κρύπτουσιν ἕκηλοι; Ἠλέκτρα ἒ ἔ, αἰαῖ. Χορός ὦ παῖ, τί δακρύεις; Ἠλέκτρα φεῦ. Χορός μηδὲν μέγʼ ἀΰσῃς. Ἠλέκτρα ἀπολεῖς. Χορός πῶς; Ἠλέκτρα εἰ τῶν φανερῶς οἰχομένων εἰς Ἀΐδαν ἐλπίδʼ ὑποίσεις, κατʼ ἐμοῦ τακομένας μᾶλλον ἐπεμβάσει. Χορός οἶδα γὰρ ἄνακτʼ Ἀμφιάρεων χρυσοδέτοις ἕρκεσι κρυφθέντα γυναικῶν· καὶ νῦν ὑπὸ γαίας Ἠλέκτρα ἒ ἔ, ἰώ. Χορός πάμψυχος ἀνάσσει. Ἠλέκτρα φεῦ. Χορός φεῦ δῆτʼ· ὀλοὰ γὰρ Ἠλέκτρα ἐδάμη. Χορός ναί. Ἠλέκτρα οἶδʼ οἶδʼ· ἐφάνη γὰρ μελέτωρ ἀμφὶ τὸν ἐν πένθει· ἐμοὶ δʼ οὔτις ἔτʼ ἔσθʼ· ὃς γὰρ ἔτʼ ἦν, φροῦδος ἀναρπασθείς. Χορός δειλαία δειλαίων κυρεῖς. Ἠλέκτρα κἀγὼ τοῦδʼ ἴστωρ, ὑπερίστωρ, πανσύρτῳ παμμήνῳ πολλῶν δεινῶν στυγνῶν τʼ αἰῶνι. Χορός εἴδομεν ἁθρήνεις. Ἠλέκτρα μή μέ νυν μηκέτι παραγάγῃς, ἵνʼ οὐ Χορός τί φής; Ἠλέκτρα πάρεισιν ἐλπίδων ἔτι κοινοτόκων