χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν· οἱ δʼ ἅμα ἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖν ἔσεισαν· ἐν δὲ πᾶς ἐμεστώθη δρόμος κτύπου κροτητῶν ἁρμάτων· κόνις δʼ ἄνω φορεῖθʼ· ὁμοῦ δὲ πάντες ἀναμεμιγμένοι φείδοντο κέντρων οὐδέν, ὡς ὑπερβάλοι χνόας τις αὐτῶν καὶ φρυάγμαθʼ ἱππικά. ὁμοῦ γὰρ ἀμφὶ νῶτα καὶ τροχῶν βάσεις ἤφριζον, εἰσέβαλλον ἱππικαὶ πνοαί. κεῖνος δʼ ὑπʼ αὐτὴν ἐσχάτην στήλην ἔχων ἔχριμπτʼ ἀεὶ σύριγγα, δεξιὸν δʼ ἀνεὶς σειραῖον ἵππον εἶργε τὸν προσκείμενον. καὶ πρὶν μὲν ὀρθοὶ πάντες ἕστασαν δίφροι· ἔπειτα δʼ Αἰνιᾶνος ἀνδρὸς ἄστομοι πῶλοι βίᾳ φέρουσιν· ἐκ δʼ ὑποστροφῆς τελοῦντες ἕκτον ἕβδομόν τʼ ἤδη δρόμον μέτωπα συμπαίουσι Βαρκαίοις ὄχοις· κἀντεῦθεν ἄλλος ἄλλον ἐξ ἑνὸς κακοῦ ἔθραυε κἀνέπιπτε, πᾶν δʼ ἐπίμπλατο ναυαγίων Κρισαῖον ἱππικῶν πέδον. Παιδαγωγός γνοὺς δʼ οὑξ Ἀθηνῶν δεινὸς ἡνιοστρόφος ἔξω παρασπᾷ κἀνακωχεύει παρεὶς κλύδωνʼ ἔφιππον ἐν μέσῳ κυκώμενον. ἤλαυνε δʼ ἔσχατος μέν, ὑστέρας δʼ ἔχων πώλους Ὀρέστης, τῷ τέλει πίστιν φέρων· ὅπως δʼ ὁρᾷ μόνον νιν ἐλλελειμμένον, ὀξὺν διʼ ὤτων κέλαδον ἐνσείσας θοαῖς πώλοις διώκει, κἀξισώσαντε ζυγὰ ἠλαυνέτην, τότʼ ἄλλος, ἄλλοθʼ ἅτερος κάρα προβάλλων ἱππικῶν ὀχημάτων.