εὖ νυν ἐπίστω τῶνδέ μʼ αἰσχύνην ἔχειν, κεἰ μὴ δοκῶ σοι· μανθάνω δʼ ὁθούνεκα ἔξωρα πράσσω κοὐκ ἐμοὶ προσεικότα. ἀλλʼ ἡ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰ ἔργʼ ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ· αἰσχροῖς γὰρ αἰσχρὰ πράγματʼ ἐκδιδάσκεται. Κλυταιμνήστρα ὦ θρέμμʼ ἀναιδές, ἦ σʼ ἐγὼ καὶ τἄμʼ ἔπη καὶ τἄργα τἀμὰ πόλλʼ ἄγαν λέγειν ποεῖ. Ἠλέκτρα σύ τοι λέγεις νιν, οὐκ ἐγώ· σὺ γὰρ ποεῖς τοὔργον· τὰ δʼ ἔργα τοὺς λόγους εὑρίσκεται. Κλυταιμνήστρα ἀλλʼ οὐ μὰ τὴν δέσποιναν Ἄρτεμιν θράσους τοῦδʼ οὐκ ἀλύξεις, εὖτʼ ἂν Αἴγισθος μόλῃ. Ἠλέκτρα ὁρᾷς; πρὸς ὀργὴν ἐκφέρει, μεθεῖσά μοι λέγειν ἃ χρῄζοιμʼ, οὐδʼ ἐπίστασαι κλύειν. Κλυταιμνήστρα οὔκουν ἐάσεις οὐδʼ ὑπʼ εὐφήμου βοῆς θῦσαί μʼ, ἐπειδὴ σοί γʼ ἐφῆκα πᾶν λέγειν; Ἠλέκτρα ἐῶ, κελεύω, θῦε· μηδʼ ἐπαιτιῶ τοὐμὸν στόμʼ, ὡς οὐκ ἂν πέρα λέξαιμʼ ἔτι. Κλυταιμνήστρα ἔπαιρε δὴ σὺ θύμαθʼ ἡ παροῦσά μοι πάγκαρπʼ, ἄνακτι τῷδʼ ὅπως λυτηρίους εὐχὰς ἀνάσχω δειμάτων, ἃ νῦν ἔχω. κλύοις ἂν ἤδη, Φοῖβε προστατήριε, κεκρυμμένην μου βάξιν· οὐ γὰρ ἐν φίλοις ὁ μῦθος, οὐδὲ πᾶν ἀναπτύξαι πρέπει πρὸς φῶς παρούσης τῆσδε πλησίας ἐμοί, μὴ σὺν φθόνῳ τε καὶ πολυγλώσσῳ βοῇ σπείρῃ ματαίαν βάξιν εἰς πᾶσαν πόλιν. ἀλλʼ ὧδʼ ἄκουε· τῇδε γὰρ κἀγὼ φράσω. ἃ γὰρ προσεῖδον νυκτὶ τῇδε φάσματα δισσῶν ὀνείρων, ταῦτά μοι, Λύκειʼ ἄναξ, εἰ μὲν πέφηνεν ἐσθλά, δὸς τελεσφόρα, εἰ δʼ ἐχθρά, τοῖς ἐχθροῖσιν ἔμπαλιν μέθες· καὶ μή με πλούτου τοῦ παρόντος εἴ τινες δόλοισι βουλεύουσιν ἐκβαλεῖν, ἐφῇς, ἀλλʼ ὧδέ μʼ αἰεὶ ζῶσαν ἀβλαβεῖ βίῳ δόμους Ἀτρειδῶν σκῆπτρά τʼ ἀμφέπειν τάδε, φίλοισί τε ξυνοῦσαν οἷς ξύνειμι νῦν εὐημεροῦσαν καὶ τέκνων ὅσων ἐμοὶ δύσνοια μὴ πρόσεστιν ἢ λύπη πικρά. ταῦτʼ, ὦ Λύκειʼ Ἄπολλον, ἵλεως κλύων δὸς πᾶσιν ἡμῖν ὥσπερ ἐξαιτούμεθα. τὰ δʼ ἄλλα πάντα καὶ σιωπώσης ἐμοῦ ἐπαξιῶ σε δαίμονʼ ὄντʼ ἐξειδέναι· τοὺς ἐκ Διὸς γὰρ εἰκός ἐστι πάνθʼ ὁρᾶν. Παιδαγωγός ξέναι γυναῖκες, πῶς ἂν εἰδείην σαφῶς εἰ τοῦ τυράννου δώματʼ Αἰγίσθου τάδε; Χορός τάδʼ ἐστίν, ὦ ξένʼ· αὐτὸς ᾔκασας καλῶς. Παιδαγωγός ἦ καὶ δάμαρτα τήνδʼ ἐπεικάζων κυρῶ κείνου; πρέπει γὰρ ὡς τύραννος εἰσορᾶν. Χορός μάλιστα πάντων· ἥδε σοι κείνη πάρα. Παιδαγωγός ὦ χαῖρʼ, ἄνασσα· σοὶ φέρων ἥκω λόγους ἡδεῖς φίλου παρʼ ἀνδρὸς Αἰγίσθῳ θʼ ὁμοῦ. Κλυταιμνήστρα ἐδεξάμην τὸ ῥηθέν· εἰδέναι δέ σου πρώτιστα χρῄζω τίς σʼ ἀπέστειλεν βροτῶν. Παιδαγωγός Φανοτεὺς ὁ Φωκεύς, πρᾶγμα πορσύνων μέγα. Κλυταιμνήστρα τὸ ποῖον, ὦ ξένʼ; εἰπέ· παρὰ φίλου γὰρ ὢν ἀνδρός, σάφʼ οἶδα, προσφιλεῖς λέξεις λόγους. Παιδαγωγός τέθνηκʼ Ὀρέστης· ἐν βραχεῖ ξυνθεὶς λέγω. Ἠλέκτρα οἲ ʼγὼ τάλαινʼ, ὄλωλα τῇδʼ ἐν ἡμέρᾳ. Κλυταιμνήστρα τί φής, τί φής, ὦ ξεῖνε; μὴ ταύτης κλύε. Παιδαγωγός θανόντʼ Ὀρέστην νῦν τε καὶ πάλαι λέγω. Ἠλέκτρα ἀπωλόμην δύστηνος, οὐδέν εἰμʼ ἔτι. Κλυταιμνήστρα σὺ μὲν τὰ σαυτῆς πρᾶσσʼ, ἐμοὶ δὲ σύ, ξένε, τἀληθὲς εἰπέ, τῷ τρόπῳ διόλλυται; Παιδαγωγός κἀπεμπόμην πρὸς ταῦτα καὶ τὸ πᾶν φράσω. κεῖνος γὰρ ἐλθὼν εἰς τὸ κλεινὸν Ἑλλάδος πρόσχημʼ ἀγῶνος Δελφικῶν ἄθλων χάριν, ὅτʼ ᾔσθετʼ ἀνδρὸς ὀρθίων κηρυγμάτων δρόμον προκηρύξαντος, οὗ πρώτη κρίσις, εἰσῆλθε λαμπρός, πᾶσι τοῖς ἐκεῖ σέβας· δρόμου δʼ ἰσώσας τἀφέσει τὰ τέρματα νίκης ἔχων ἐξῆλθε πάντιμον γέρας. χὤπως μὲν ἐν πολλοῖσι παῦρά σοι λέγω οὐκ οἶδα τοιοῦδʼ ἀνδρὸς ἔργα καὶ κράτη· ἓν δʼ ἴσθʼ· ὅσων γὰρ εἰσεκήρυξαν βραβῆς δρόμων διαύλων πένταθλʼ ἃ νομίζεται, τούτων ἐνεγκὼν πάντα τἀπινίκια ὠλβίζετʼ, Ἀργεῖος μὲν ἀνακαλούμενος, ὄνομα δʼ Ὀρέστης, τοῦ τὸ κλεινὸν Ἑλλάδος Ἀγαμέμνονος στράτευμʼ ἀγείραντός ποτε. καὶ ταῦτα μὲν τοιαῦθʼ· ὅταν δέ τις θεῶν βλάπτῃ, δύναιτʼ ἂν οὐδʼ ἂν ἰσχύων φυγεῖν. κεῖνος γὰρ ἄλλης ἡμέρας, ὅθʼ ἱππικῶν ἦν ἡλίου τέλλοντος ὠκύπους ἀγών, εἰσῆλθε πολλῶν ἁρματηλατῶν μέτα. εἷς ἦν Ἀχαιός, εἷς ἀπὸ Σπάρτης, δύο Λίβυες ζυγωτῶν ἁρμάτων ἐπιστάται· κἀκεῖνος ἐν τούτοισι, Θεσσαλὰς ἔχων ἵππους, ὁ πέμπτος· ἕκτος ἐξ Αἰτωλίας ξανθαῖσι πώλοις· ἕβδομος Μάγνης ἀνήρ· ὁ δʼ ὄγδοος λεύκιππος, Αἰνιὰν γένος· ἔνατος Ἀθηνῶν τῶν θεοδμήτων ἄπο· Βοιωτὸς ἄλλος, δέκατον ἐκπληρῶν ὄχον. στάντες δʼ ἵνʼ αὐτοὺς οἱ τεταγμένοι βραβῆς κλήροις ἔπηλαν καὶ κατέστησαν δίφρους, χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν· οἱ δʼ ἅμα ἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖν ἔσεισαν· ἐν δὲ πᾶς ἐμεστώθη δρόμος κτύπου κροτητῶν ἁρμάτων· κόνις δʼ ἄνω φορεῖθʼ· ὁμοῦ δὲ πάντες ἀναμεμιγμένοι φείδοντο κέντρων οὐδέν, ὡς ὑπερβάλοι χνόας τις αὐτῶν καὶ φρυάγμαθʼ ἱππικά. ὁμοῦ γὰρ ἀμφὶ νῶτα καὶ τροχῶν βάσεις ἤφριζον, εἰσέβαλλον ἱππικαὶ πνοαί. κεῖνος δʼ ὑπʼ αὐτὴν ἐσχάτην στήλην ἔχων ἔχριμπτʼ ἀεὶ σύριγγα, δεξιὸν δʼ ἀνεὶς σειραῖον ἵππον εἶργε τὸν προσκείμενον. καὶ πρὶν μὲν ὀρθοὶ πάντες ἕστασαν δίφροι· ἔπειτα δʼ Αἰνιᾶνος ἀνδρὸς ἄστομοι πῶλοι βίᾳ φέρουσιν· ἐκ δʼ ὑποστροφῆς τελοῦντες ἕκτον ἕβδομόν τʼ ἤδη δρόμον μέτωπα συμπαίουσι Βαρκαίοις ὄχοις· κἀντεῦθεν ἄλλος ἄλλον ἐξ ἑνὸς κακοῦ ἔθραυε κἀνέπιπτε, πᾶν δʼ ἐπίμπλατο ναυαγίων Κρισαῖον ἱππικῶν πέδον. Παιδαγωγός γνοὺς δʼ οὑξ Ἀθηνῶν δεινὸς ἡνιοστρόφος ἔξω παρασπᾷ κἀνακωχεύει παρεὶς κλύδωνʼ ἔφιππον ἐν μέσῳ κυκώμενον. ἤλαυνε δʼ ἔσχατος μέν, ὑστέρας δʼ ἔχων