ὡς οὐ δίκῃ γʼ ἔκτεινας, ἀλλά σʼ ἔσπασεν πειθὼ κακοῦ πρὸς ἀνδρός, ᾧ τανῦν ξύνει. ἐροῦ δὲ τὴν κυναγὸν Ἄρτεμιν, τίνος ποινὰς τὰ πολλὰ πνεύματʼ ἔσχʼ ἐν Αὐλίδι· ἢ ʼγὼ φράσω· κείνης γὰρ οὐ θέμις μαθεῖν. πατήρ ποθʼ οὑμός, ὡς ἐγὼ κλύω, θεᾶς παίζων κατʼ ἄλσος ἐξεκίνησεν ποδοῖν στικτὸν κεράστην ἔλαφον, οὗ κατὰ σφαγὰς ἐκκομπάσας ἔπος τι τυγχάνει βαλών. κἀκ τοῦδε μηνίσασα Λητῴα κόρη κατεῖχʼ Ἀχαιούς, ὡς πατὴρ ἀντίσταθμον τοῦ θηρὸς ἐκθύσειε τὴν αὑτοῦ κόρην. ὧδʼ ἦν τὰ κείνης θύματʼ· οὐ γὰρ ἦν λύσις ἄλλη στρατῷ πρὸς οἶκον οὐδʼ εἰς Ἴλιον. ἀνθʼ ὧν, βιασθεὶς πολλὰ κἀντιβάς, μόλις ἔθυσεν αὐτήν, οὐχὶ Μενέλεω χάριν. εἰ δʼ οὖν, ἐρῶ γὰρ καὶ τὸ σόν, κεῖνον θέλων ἐπωφελῆσαι ταῦτʼ ἔδρα, τούτου θανεῖν χρῆν αὐτὸν οὕνεκʼ ἐκ σέθεν; ποίῳ νόμῳ; ὅρα τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς. εἰ γὰρ κτενοῦμεν ἄλλον ἀντʼ ἄλλου, σύ τοι πρώτη θάνοις ἄν, εἰ δίκης γε τυγχάνοις. ἀλλʼ εἰσόρα μὴ σκῆψιν οὐκ οὖσαν τίθης. εἰ γὰρ θέλεις, δίδαξον ἀνθʼ ὅτου τανῦν αἴσχιστα πάντων ἔργα δρῶσα τυγχάνεις, ἥτις ξυνεύδεις τῷ παλαμναίῳ, μεθʼ οὗ πατέρα τὸν ἀμὸν πρόσθεν ἐξαπώλεσας, καὶ παιδοποιεῖς, τοὺς δὲ πρόσθεν εὐσεβεῖς κἀξ εὐσεβῶν βλαστόντας ἐκβαλοῦσʼ ἔχεις.