τὴν σὴν ὅμαιμον μοῦνος Ἑλλήνων ἔτλη θῦσαι θεοῖσιν, οὐκ ἴσον καμὼν ἐμοὶ λύπης, ὅς ἔσπειρʼ, ὥσπερ ἡ τίκτουσʼ ἐγώ. εἶεν, δίδαξον δή με τοῦ χάριν, τίνων ἔθυσεν αὐτήν· πότερον Ἀργείων ἐρεῖς; ἀλλʼ οὐ μετῆν αὐτοῖσι τήν γʼ ἐμὴν κτανεῖν. ἀλλʼ ἀντʼ ἀδελφοῦ δῆτα Μενέλεω κτανὼν τἄμʼ, οὐκ ἔμελλε τῶνδέ μοι δώσειν δίκην; πότερον ἐκείνῳ παῖδες οὐκ ἦσαν διπλοῖ, οὓς τῆσδε μᾶλλον εἰκὸς ἦν θνῄσκειν, πατρὸς καὶ μητρὸς ὄντας, ἧς ὁ πλοῦς ὅδʼ ἦν χάριν; ἢ τῶν ἐμῶν Ἅιδης τινʼ ἵμερον τέκνων ἢ τῶν ἐκείνης ἔσχε δαίσασθαι πλέον; ἢ τῷ πανώλει πατρὶ τῶν μὲν ἐξ ἐμοῦ παίδων πόθος παρεῖτο, Μενέλεω δʼ ἐνῆν; οὐ ταῦτʼ ἀβούλου καὶ κακοῦ γνώμην πατρός; δοκῶ μέν, εἰ καὶ σῆς δίχα γνώμης λέγω· φαίη δʼ ἂν ἡ θανοῦσά γʼ, εἰ φωνὴν λάβοι. ἐγὼ μὲν οὖν οὐκ εἰμὶ τοῖς πεπραγμένοις δύσθυμος· εἰ δὲ σοὶ δοκῶ φρονεῖν κακῶς, γνώμην δικαίαν σχοῦσα τοὺς πέλας ψέγε. Ἠλέκτρα ἐρεῖς μὲν οὐχὶ νῦν γέ μʼ ὡς ἄρξασά τι λυπηρὸν εἶτα σοῦ τάδʼ ἐξήκουσʼ ὕπο· ἀλλʼ ἢν ἐφῇς μοι, τοῦ τεθνηκότος θʼ ὕπερ λέξαιμʼ ἂν ὀρθῶς τῆς κασιγνήτης θʼ ὁμοῦ. Κλυταιμνήστρα καὶ μὴν ἐφίημʼ· εἰ δέ μʼ ὧδʼ ἀεὶ λόγους ἐξῆρχες, οὐκ ἂν ἦσθα λυπηρὰ κλύειν. Ἠλέκτρα καὶ δὴ λέγω σοι. πατέρα φὴς κτεῖναι. τίς ἂν τούτου λόγος γένοιτʼ ἂν αἰσχίων ἔτι, εἴτʼ οὖν δικαίως εἴτε μή; λέξω δέ σοι