ὅμως δʼ, ἀδελφή, σοί θʼ ὑπούργησον τάδε ἐμοί τʼ ἀρωγὰ τῷ τε φιλτάτῳ βροτῶν πάντων, ἐν Ἅιδου κειμένῳ κοινῷ πατρί. Χορός πρὸς εὐσέβειαν ἡ κόρη λέγει· σὺ δέ, εἰ σωφρονήσεις, ὦ φίλη, δράσεις τάδε. Χρυσόθεμις δράσω· τὸ γὰρ δίκαιον οὐχ ἔχει λόγον δυοῖν ἐρίζειν, ἀλλʼ ἐπισπεύδειν τὸ δρᾶν. πειρωμένῃ δὲ τῶνδε τῶν ἔργων ἐμοὶ σιγὴ παρʼ ὑμῶν, πρὸς θεῶν, ἔστω, φίλαι· ὡς εἰ τάδʼ ἡ τεκοῦσα πεύσεται, πικρὰν δοκῶ με πεῖραν τήνδε τολμήσειν ἔτι. Χορός εἰ μὴ ʼγὼ παράφρων μάντις ἔφυν καὶ γνώμας λειπομένα σοφᾶς, εἶσιν ἁ πρόμαντις Δίκα δίκαια φερομένα χεροῖν κράτη· μέτεισιν, ὦ τέκνον, οὐ μακροῦ χρόνου. ὕπεστί μοι θάρσος, ἁδυπνόων κλύουσαν ἀρτίως ὀνειράτων. οὐ γάρ ποτʼ ἀμναστεῖ γʼ ὁ φύσας σʼ Ἑλλάνων ἄναξ, οὐδʼ ἁ παλαιὰ χαλκόπλακτος ἀμφάκης γένυς, ἅ νιν κατέπεφνεν αἰσχίσταις ἐν αἰκίαις. Χορός ἥξει καὶ πολύπους καὶ πολύχειρ ἁ δεινοῖς κρυπτομένα λόχοις χαλκόπους Ἐρινύς. ἄλεκτρʼ ἄνυμφα γὰρ ἐπέβα μιαιφόνων γάμων ἁμιλλήμαθʼ οἷσιν οὐ θέμις. πρὸ τῶνδέ τοί μʼ ἔχει μή ποτε μή ποθʼ ἡμῖν ἀψεγὲς πελᾶν τέρας