ἀλλʼ, ὦ φίλη, τούτων μὲν ὧν ἔχεις χεροῖν τύμβῳ προσάψῃς μηδέν· οὐ γάρ σοι θέμις οὐδʼ ὅσιον ἐχθρᾶς ἀπὸ γυναικὸς ἱστάναι κτερίσματʼ οὐδὲ λουτρὰ προσφέρειν πατρί· ἀλλʼ ἢ πνοαῖσιν ἢ βαθυσκαφεῖ κόνει κρύψον νιν, ἔνθα μή ποτʼ εἰς εὐνὴν πατρὸς τούτων πρόσεισι μηδέν· ἀλλʼ ὅταν θάνῃ κειμήλιʼ αὐτῇ ταῦτα σῳζέσθω κάτω. ἀρχὴν δʼ ἄν, εἰ μὴ τλημονεστάτη γυνὴ πασῶν ἔβλαστε, τάσδε δυσμενεῖς χοὰς οὐκ ἄν ποθʼ ὅν γʼ ἔκτεινε, τῷδʼ ἐπέστεφε. σκέψαι γὰρ εἴ σοι προσφιλῶς αὐτῇ δοκεῖ γέρα τάδʼ οὑν τάφοισι δέξεσθαι νέκυς, ὑφʼ ἧς θανὼν ἄτιμος, ὥστε δυσμενής, ἐμασχαλίσθη, κἀπὶ λουτροῖσιν κάρᾳ κηλῖδας ἐξέμαξεν. ἆρα μὴ δοκεῖς λυτήριʼ αὐτῇ ταῦτα τοῦ φόνου φέρειν; οὐχ ἔστιν. ἀλλὰ ταῦτα μὲν μέθες· σὺ δὲ τεμοῦσα κρατὸς βοστρύχων ἄκρας φόβας κἀμοῦ ταλαίνης, σμικρὰ μὲν τάδʼ, ἀλλʼ ὅμως ἅχω, δὸς αὐτῷ, τήνδʼ ἀλιπαρῆ τρίχα καὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον. αἰτοῦ δὲ προσπίτνουσα γῆθεν εὐμενῆ ἡμῖν ἀρωγὸν αὐτὸν εἰς ἐχθροὺς μολεῖν, καὶ παῖδʼ Ὀρέστην ἐξ ὑπερτέρας χερὸς ἐχθροῖσιν αὐτοῦ ζῶντʼ ἐπεμβῆναι ποδί, ὅπως τὸ λοιπὸν αὐτὸν ἀφνεωτέραις χερσὶν στέφωμεν ἢ τανῦν δωρούμεθα. οἶμαι μὲν οὖν, οἶμαί τι κἀκείνῳ μέλον πέμψαι τάδʼ αὐτῇ δυσπρόσοπτʼ ὀνείρατα·