τοῖς τῆσδε χρῆσθαι, τοῖς δὲ σοῖς αὕτη πάλιν. Χρυσόθεμις ἐγὼ μέν, ὦ γυναῖκες, ἠθάς εἰμί πως τῶν τῆσδε μύθων· οὐδʼ ἂν ἐμνήσθην ποτέ, εἰ μὴ κακὸν μέγιστον εἰς αὐτὴν ἰὸν ἤκουσʼ, ὃ ταύτην τῶν μακρῶν σχήσει γόων. Ἠλέκτρα φέρʼ εἰπὲ δὴ τὸ δεινόν· εἰ γὰρ τῶνδέ μοι μεῖζόν τι λέξεις, οὐκ ἂν ἀντείποιμʼ ἔτι. Χρυσόθεμις ἀλλʼ ἐξερῶ σοι πᾶν ὅσον κάτοιδʼ ἐγώ. μέλλουσι γάρ σʼ, εἰ τῶνδε μὴ λήξεις γόων, ἐνταῦθα πέμψειν ἔνθα μή ποθʼ ἡλίου φέγγος προσόψει, ζῶσα δʼ ἐν κατηρεφεῖ στέγῃ χθονὸς τῆσδʼ ἐκτὸς ὑμνήσεις κακά. πρὸς ταῦτα φράζου καί με μή ποθʼ ὕστερον παθοῦσα μέμψῃ· νῦν γὰρ ἐν καλῷ φρονεῖν. Ἠλέκτρα ἦ ταῦτα δή με καὶ βεβούλευνται ποεῖν; Χρυσόθεμις μάλισθʼ· ὅταν περ οἴκαδʼ Αἴγισθος μόλῃ. Ἠλέκτρα ἀλλʼ ἐξίκοιτο τοῦδέ γʼ οὕνεκʼ ἐν τάχει. Χρυσόθεμις τίνʼ, ὦ τάλαινα, τόνδʼ ἐπηράσω λόγον; Ἠλέκτρα ἐλθεῖν ἐκεῖνον, εἴ τι τῶνδε δρᾶν νοεῖ. Χρυσόθεμις ὅπως πάθῃς τί χρῆμα; ποῦ ποτʼ εἶ φρενῶν; Ἠλέκτρα ὅπως ἀφʼ ὑμῶν ὡς προσωτάτω φύγω. Χρυσόθεμις βίου δὲ τοῦ παρόντος οὐ μνείαν ἔχεις; Ἠλέκτρα καλὸς γὰρ οὑμὸς βίοτος ὥστε θαυμάσαι. Χρυσόθεμις ἀλλʼ ἦν ἄν, εἰ σύ γʼ εὖ φρονεῖν ἠπίστασο. Ἠλέκτρα μή μʼ ἐκδίδασκε τοῖς φίλοις εἶναι κακήν. Χρυσόθεμις ἀλλʼ οὐ διδάσκω· τοῖς κρατοῦσι δʼ εἰκαθεῖν. Ἠλέκτρα σὺ ταῦτα θώπευʼ· οὐκ ἐμοὺς τρόπους λέγεις. Χρυσόθεμις καλόν γε μέντοι μὴ ʼξ ἀβουλίας πεσεῖν. Ἠλέκτρα πεσούμεθʼ, εἰ χρή, πατρὶ τιμωρούμενοι. Χρυσόθεμις πατὴρ δὲ τούτων, οἶδα, συγγνώμην ἔχει.