θανόντα πατέρα καὶ φίλους προδοῦσα σούς. Χορός μηδὲν πρὸς ὀργήν, πρὸς θεῶν· ὡς τοῖς λόγοις ἔνεστιν ἀμφοῖν κέρδος, εἰ σὺ μὲν μάθοις τοῖς τῆσδε χρῆσθαι, τοῖς δὲ σοῖς αὕτη πάλιν. Χρυσόθεμις ἐγὼ μέν, ὦ γυναῖκες, ἠθάς εἰμί πως τῶν τῆσδε μύθων· οὐδʼ ἂν ἐμνήσθην ποτέ, εἰ μὴ κακὸν μέγιστον εἰς αὐτὴν ἰὸν ἤκουσʼ, ὃ ταύτην τῶν μακρῶν σχήσει γόων. Ἠλέκτρα φέρʼ εἰπὲ δὴ τὸ δεινόν· εἰ γὰρ τῶνδέ μοι μεῖζόν τι λέξεις, οὐκ ἂν ἀντείποιμʼ ἔτι. Χρυσόθεμις ἀλλʼ ἐξερῶ σοι πᾶν ὅσον κάτοιδʼ ἐγώ. μέλλουσι γάρ σʼ, εἰ τῶνδε μὴ λήξεις γόων, ἐνταῦθα πέμψειν ἔνθα μή ποθʼ ἡλίου φέγγος προσόψει, ζῶσα δʼ ἐν κατηρεφεῖ στέγῃ χθονὸς τῆσδʼ ἐκτὸς ὑμνήσεις κακά. πρὸς ταῦτα φράζου καί με μή ποθʼ ὕστερον παθοῦσα μέμψῃ· νῦν γὰρ ἐν καλῷ φρονεῖν. Ἠλέκτρα ἦ ταῦτα δή με καὶ βεβούλευνται ποεῖν; Χρυσόθεμις μάλισθʼ· ὅταν περ οἴκαδʼ Αἴγισθος μόλῃ. Ἠλέκτρα ἀλλʼ ἐξίκοιτο τοῦδέ γʼ οὕνεκʼ ἐν τάχει. Χρυσόθεμις τίνʼ, ὦ τάλαινα, τόνδʼ ἐπηράσω λόγον; Ἠλέκτρα ἐλθεῖν ἐκεῖνον, εἴ τι τῶνδε δρᾶν νοεῖ. Χρυσόθεμις ὅπως πάθῃς τί χρῆμα; ποῦ ποτʼ εἶ φρενῶν; Ἠλέκτρα ὅπως ἀφʼ ὑμῶν ὡς προσωτάτω φύγω. Χρυσόθεμις βίου δὲ τοῦ παρόντος οὐ μνείαν ἔχεις; Ἠλέκτρα καλὸς γὰρ οὑμὸς βίοτος ὥστε θαυμάσαι. Χρυσόθεμις ἀλλʼ ἦν ἄν, εἰ σύ γʼ εὖ φρονεῖν ἠπίστασο. Ἠλέκτρα μή μʼ ἐκδίδασκε τοῖς φίλοις εἶναι κακήν. Χρυσόθεμις ἀλλʼ οὐ διδάσκω· τοῖς κρατοῦσι δʼ εἰκαθεῖν. Ἠλέκτρα σὺ ταῦτα θώπευʼ· οὐκ ἐμοὺς τρόπους λέγεις. Χρυσόθεμις καλόν γε μέντοι μὴ ʼξ ἀβουλίας πεσεῖν. Ἠλέκτρα πεσούμεθʼ, εἰ χρή, πατρὶ τιμωρούμενοι. Χρυσόθεμις πατὴρ δὲ τούτων, οἶδα, συγγνώμην ἔχει. Ἠλέκτρα ταῦτʼ ἐστὶ τἄπη πρὸς κακῶν ἐπαινέσαι. Χρυσόθεμις σὺ δʼ οὐχὶ πείσει καὶ συναινέσεις ἐμοί; Ἠλέκτρα οὐ δῆτα· μή πω νοῦ τοσόνδʼ εἴην κενή. Χρυσόθεμις χωρήσομαί τἄρʼ οἷπερ ἐστάλην ὁδοῦ. Ἠλέκτρα ποῖ δʼ ἐμπορεύει; τῷ φέρεις τάδʼ ἔμπυρα; Χρυσόθεμις μήτηρ με πέμπει πατρὶ τυμβεῦσαι χοάς. Ἠλέκτρα πῶς εἶπας; ἦ τῷ δυσμενεστάτῳ βροτῶν; Χρυσόθεμις ὃν ἔκτανʼ αὐτή· τοῦτο γὰρ λέξαι θέλεις. Ἠλέκτρα ἐκ τοῦ φίλων πεισθεῖσα; τῷ τοῦτʼ ἤρεσεν; Χρυσόθεμις ἐκ δείματός του νυκτέρου, δοκεῖν ἐμοί; Ἠλέκτρα ὦ θεοὶ πατρῷοι, συγγένεσθέ γʼ ἀλλὰ νῦν. Χρυσόθεμις ἔχεις τι θάρσος τοῦδε τοῦ τάρβους πέρι; Ἠλέκτρα εἴ μοι λέγοις τὴν ὄψιν, εἴποιμʼ ἂν τότε. Χρυσόθεμις ἀλλʼ οὐ κάτοιδα πλὴν ἐπὶ σμικρὸν φράσαι. Ἠλέκτρα λέγʼ ἀλλὰ τοῦτο· πολλά τοι σμικροὶ λόγοι ἔσφηλαν ἤδη καὶ κατώρθωσαν βροτούς. Χρυσόθεμις λόγος τις αὐτήν ἐστιν εἰσιδεῖν πατρὸς τοῦ σοῦ τε κἀμοῦ δευτέραν ὁμιλίαν ἐλθόντος ἐς φῶς· εἶτα τόνδʼ ἐφέστιον πῆξαι λαβόντα σκῆπτρον οὑφόρει ποτὲ αὐτός, τανῦν δʼ Αἴγισθος· ἐκ δὲ τοῦδʼ ἄνω βλαστεῖν βρύοντα θαλλόν, ᾧ κατάσκιον πᾶσαν γενέσθαι τὴν Μυκηναίων χθόνα. τοιαῦτά του παρόντος, ἡνίχʼ Ἡλίῳ δείκνυσι τοὔναρ, ἔκλυον ἐξηγουμένου. πλείω δὲ τούτων οὐ κάτοιδα, πλὴν ὅτι πέμπει με κείνη τοῦδε τοῦ φόβου χάριν. πρός νυν θεῶν σε λίσσομαι τῶν ἐγγενῶν ἐμοὶ πιθέσθαι μηδʼ ἀβουλίᾳ πεσεῖν· εἰ γάρ μʼ ἀπώσει, σὺν κακῷ μέτει πάλιν. Ἠλέκτρα ἀλλʼ, ὦ φίλη, τούτων μὲν ὧν ἔχεις χεροῖν τύμβῳ προσάψῃς μηδέν· οὐ γάρ σοι θέμις οὐδʼ ὅσιον ἐχθρᾶς ἀπὸ γυναικὸς ἱστάναι κτερίσματʼ οὐδὲ λουτρὰ προσφέρειν πατρί· ἀλλʼ ἢ πνοαῖσιν ἢ βαθυσκαφεῖ κόνει κρύψον νιν, ἔνθα μή ποτʼ εἰς εὐνὴν πατρὸς τούτων πρόσεισι μηδέν· ἀλλʼ ὅταν θάνῃ κειμήλιʼ αὐτῇ ταῦτα σῳζέσθω κάτω. ἀρχὴν δʼ ἄν, εἰ μὴ τλημονεστάτη γυνὴ πασῶν ἔβλαστε, τάσδε δυσμενεῖς χοὰς οὐκ ἄν ποθʼ ὅν γʼ ἔκτεινε, τῷδʼ ἐπέστεφε. σκέψαι γὰρ εἴ σοι προσφιλῶς αὐτῇ δοκεῖ γέρα τάδʼ οὑν τάφοισι δέξεσθαι νέκυς, ὑφʼ ἧς θανὼν ἄτιμος, ὥστε δυσμενής, ἐμασχαλίσθη, κἀπὶ λουτροῖσιν κάρᾳ κηλῖδας ἐξέμαξεν. ἆρα μὴ δοκεῖς λυτήριʼ αὐτῇ ταῦτα τοῦ φόνου φέρειν; οὐχ ἔστιν. ἀλλὰ ταῦτα μὲν μέθες· σὺ δὲ τεμοῦσα κρατὸς βοστρύχων ἄκρας φόβας κἀμοῦ ταλαίνης, σμικρὰ μὲν τάδʼ, ἀλλʼ ὅμως ἅχω, δὸς αὐτῷ, τήνδʼ ἀλιπαρῆ τρίχα καὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον. αἰτοῦ δὲ προσπίτνουσα γῆθεν εὐμενῆ ἡμῖν ἀρωγὸν αὐτὸν εἰς ἐχθροὺς μολεῖν, καὶ παῖδʼ Ὀρέστην ἐξ ὑπερτέρας χερὸς ἐχθροῖσιν αὐτοῦ ζῶντʼ ἐπεμβῆναι ποδί, ὅπως τὸ λοιπὸν αὐτὸν ἀφνεωτέραις χερσὶν στέφωμεν ἢ τανῦν δωρούμεθα. οἶμαι μὲν οὖν, οἶμαί τι κἀκείνῳ μέλον πέμψαι τάδʼ αὐτῇ δυσπρόσοπτʼ ὀνείρατα· ὅμως δʼ, ἀδελφή, σοί θʼ ὑπούργησον τάδε ἐμοί τʼ ἀρωγὰ τῷ τε φιλτάτῳ βροτῶν πάντων, ἐν Ἅιδου κειμένῳ κοινῷ πατρί. Χορός πρὸς εὐσέβειαν ἡ κόρη λέγει· σὺ δέ, εἰ σωφρονήσεις, ὦ φίλη, δράσεις τάδε. Χρυσόθεμις δράσω· τὸ γὰρ δίκαιον οὐχ ἔχει λόγον δυοῖν ἐρίζειν, ἀλλʼ ἐπισπεύδειν τὸ δρᾶν. πειρωμένῃ δὲ τῶνδε τῶν ἔργων ἐμοὶ σιγὴ παρʼ ὑμῶν, πρὸς θεῶν, ἔστω, φίλαι· ὡς εἰ τάδʼ ἡ τεκοῦσα πεύσεται, πικρὰν δοκῶ με πεῖραν τήνδε τολμήσειν ἔτι. Χορός εἰ μὴ ʼγὼ παράφρων μάντις ἔφυν καὶ γνώμας λειπομένα σοφᾶς, εἶσιν ἁ πρόμαντις Δίκα δίκαια φερομένα χεροῖν κράτη· μέτεισιν, ὦ τέκνον, οὐ μακροῦ χρόνου. ὕπεστί μοι θάρσος, ἁδυπνόων κλύουσαν ἀρτίως ὀνειράτων. οὐ γάρ ποτʼ ἀμναστεῖ γʼ ὁ φύσας σʼ Ἑλλάνων ἄναξ, οὐδʼ ἁ παλαιὰ χαλκόπλακτος ἀμφάκης γένυς, ἅ νιν κατέπεφνεν αἰσχίσταις ἐν αἰκίαις. Χορός ἥξει καὶ πολύπους καὶ πολύχειρ ἁ δεινοῖς κρυπτομένα λόχοις χαλκόπους Ἐρινύς. ἄλεκτρʼ ἄνυμφα γὰρ ἐπέβα μιαιφόνων