<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="31">εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον.</l><l n="32">ἐγὼ γὰρ ἡνίχʼ ἱκόμην τὸ Πυθικὸν</l><l n="33">μαντεῖον, ὡς μάθοιμʼ ὅτῳ τρόπῳ πατρὶ</l><l n="34">δίκας ἀροίμην τῶν φονευσάντων πάρα,</l><l n="35">χρῇ μοι τοιαῦθʼ ὁ Φοῖβος ὧν πεύσει τάχα·</l><l n="36">ἄσκευον αὐτὸν ἀσπίδων τε καὶ στρατοῦ</l><l n="37">δόλοισι κλέψαι χειρὸς ἐνδίκους σφαγάς.</l><l n="38">ὅτʼ οὖν τοιόνδε χρησμὸν εἰσηκούσαμεν,</l><l n="39">σὺ μὲν μολών, ὅταν σε καιρὸς εἰσάγῃ,</l><l n="40">δόμων ἔσω τῶνδʼ, ἴσθι πᾶν τὸ δρώμενον,</l><l n="41">ὅπως ἂν εἰδὼς ἡμὶν ἀγγείλῃς σαφῆ.</l><l n="42">οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ μακρῷ</l><l n="43">γνῶσʼ, οὐδʼ ὑποπτεύσουσιν ὧδʼ ἠνθισμένον.</l><l n="44">λόγῳ δὲ χρῶ τοιῷδʼ, ὅτι ξένος μὲν εἶ</l><l n="45">Φωκέως παρʼ ἀνδρὸς Φανοτέως ἥκων· ὃ γὰρ</l><l n="46">μέγιστος αὐτοῖς τυγχάνει δορυξένων.</l><l n="47">ἄγγελλε δʼ ὅρκον  προστιθεὶς ὁθούνεκα</l><l n="48">τέθνηκʼ Ὀρέστης ἐξ ἀναγκαίας τύχης,</l><l n="49">ἄθλοισι Πυθικοῖσιν ἐκ τροχηλάτων</l><l n="50">δίφρων κυλισθείς· ὧδʼ ὁ μῦθος ἑστάτω.</l></sp><milestone unit="card" n="51"/><sp><speaker>Ὀρέστης</speaker><l n="51">ἡμεῖς δὲ πατρὸς τύμβον, ὡς ἐφίετο,</l><l n="52">λοιβαῖσι πρῶτον καὶ καρατόμοις χλιδαῖς</l><l n="53">στέψαντες εἶτʼ ἄψορρον ἥξομεν πάλιν,</l><l n="54">τύπωμα χαλκόπλευρον ἠρμένοι χεροῖν,</l><l n="55">ὃ καὶ σὺ θάμνοις οἶσθά που κεκρυμμένον,</l><l n="56">ὅπως λόγῳ κλέπτοντες ἡδεῖαν φάτιν</l><l n="57">φέρωμεν αὐτοῖς, τοὐμὸν ὡς ἔρρει δέμας</l><l n="58">φλογιστὸν ἤδη καὶ κατηνθρακωμένον.</l><l n="59">τί γάρ με λυπεῖ τοῦθʼ, ὅταν λόγῳ θανὼν</l><l n="60">ἔργοισι σωθῶ κἀξενέγκωμαι κλέος;</l></sp></div></div></body></text></TEI>