ἔρροι τʼ ἂν αἰδὼς ἁπάντων τʼ εὐσέβεια θνατῶν. Χορός ἐγὼ μέν, ὦ παῖ, καὶ τὸ σὸν σπεύδουσʼ ἅμα καὶ τοὐμὸν αὐτῆς ἦλθον· εἰ δὲ μὴ καλῶς λέγω, σὺ νίκα· σοὶ γὰρ ἑψόμεσθʼ ἅμα. Ἠλέκτρα αἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶ πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν. ἀλλʼ ἡ βία γὰρ ταῦτʼ ἀναγκάζει με δρᾶν, σύγγνωτε· πῶς γὰρ ἥτις εὐγενὴς γυνή, πατρῷʼ ὁρῶσα πήματʼ, οὐ δρῴη τάδʼ ἄν; ἁγὼ κατʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ἀεὶ θάλλοντα μᾶλλον ἢ καταφθίνονθʼ ὁρῶ· ᾗ πρῶτα μὲν τὰ μητρός, ἥ μʼ ἐγείνατο, ἔχθιστα συμβέβηκεν· εἶτα δώμασιν ἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς ξύνειμι, κἀκ τῶνδʼ ἄρχομαι κἀκ τῶνδέ μοι λαβεῖν θʼ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει. ἔπειτα ποίας ἡμέρας δοκεῖς μʼ ἄγειν, ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντʼ ἴδω τοῖσιν πατρῴοις, εἰσίδω δʼ ἐσθήματα φοροῦντʼ ἐκείνῳ ταὐτὰ καὶ παρεστίους σπένδοντα λοιβὰς ἔνθʼ ἐκεῖνον ὤλεσεν, ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν, τὸν αὐτοέντην ἡμὶν ἐν κοίτῃ πατρὸς ξὺν τῇ ταλαίνῃ μητρί, μητέρʼ εἰ χρεὼν ταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην· ἡ δʼ ὧδε τλήμων ὥστε τῷ μιάστορι ξύνεστʼ, ἐρινὺν οὔτινʼ ἐκφοβουμένη· ἀλλʼ ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις, εὑροῦσʼ ἐκείνην ἡμέραν, ἐν ᾗ τότε πατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν, ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ θεοῖσιν ἔμμηνʼ ἱερὰ τοῖς σωτηρίοις. Ἠλέκτρα ἐγὼ δʼ ὁρῶσʼ ἡ δύσμορος κατὰ στέγας κλαίω, τέτηκα, κἀπικωκύω πατρὸς τὴν δυστάλαιναν δαῖτʼ ἐπωνομασμένην αὐτὴ πρὸς αὑτήν. οὐδὲ γὰρ κλαῦσαι πάρα τοσόνδʼ ὅσον μοι θυμὸς ἡδονὴν φέρει. αὕτη γὰρ ἡ λόγοισι γενναία γυνὴ φωνοῦσα τοιάδʼ ἐξονειδίζει κακά· ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ τέθνηκεν; ἄλλος δʼ οὔτις ἐν πένθει βροτῶν; κακῶς ὄλοιο, μηδέ σʼ ἐκ γόων ποτὲ τῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί. τάδʼ ἐξυβρίζει· πλὴν ὅταν κλύῃ τινὸς ἥξοντʼ Ὀρέστην· τηνικαῦτα δʼ ἐμμανὴς βοᾷ παραστᾶσʼ· οὐ σύ μοι τῶνδʼ αἰτία; οὐ σὸν τόδʼ ἐστὶ τοὔργον, ἥτις ἐκ χερῶν κλέψασʼ Ὀρέστην τῶν ἐμῶν ὑπεξέθου; ἀλλʼ ἴσθι τοι τίσουσά γʼ ἀξίαν δίκην. τοιαῦθʼ ὑλακτεῖ, σὺν δʼ ἐποτρύνει πέλας ὁ κλεινὸς αὐτῇ ταὐτὰ νυμφίος παρών, ὁ πάντʼ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη, ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος. ἐγὼ δʼ Ὀρέστην τῶνδε προσμένουσʼ ἀεὶ παυστῆρʼ ἐφήξειν ἡ τάλαινʼ ἀπόλλυμαι. μέλλων γὰρ ἀεὶ δρᾶν τι τὰς οὔσας τέ μου καὶ τὰς ἀπούσας ἐλπίδας διέφθορεν. ἐν οὖν τοιούτοις οὔτε σωφρονεῖν, φίλαι, οὔτʼ εὐσεβεῖν πάρεστιν· ἀλλʼ ἔν τοι κακοῖς πολλή ʼστʼ ἀνάγκη κἀπιτηδεύειν κακά. Χορός φέρʼ εἰπέ, πότερον ὄντος Αἰγίσθου πέλας λέγεις τάδʼ ἡμῖν ἢ βεβῶτος ἐκ δόμων; Ἠλέκτρα ἦ κάρτα· μὴ δόκει μʼ ἄν, εἴπερ ἦν πέλας, θυραῖον οἰχνεῖν· νῦν δʼ ἀγροῖσι τυγχάνει. Χορός ἦ κἂν ἐγὼ θαρσοῦσα μᾶλλον ἐς λόγους τοὺς σοὺς ἱκοίμην, εἴπερ ὧδε ταῦτʼ ἔχει; Ἠλέκτρα ὡς νῦν ἀπόντος ἱστόρει· τί σοι φίλον; Χορός καὶ δή σʼ ἐρωτῶ· τοῦ κασιγνήτου τί φής, ἥξοντος ἢ μέλλοντος; εἰδέναι θέλω. Ἠλέκτρα φησίν γε· φάσκων δʼ οὐδὲν ὧν λέγει ποεῖ. Χορός φιλεῖ γὰρ ὀκνεῖν πρᾶγμʼ ἀνὴρ πράσσων μέγα. Ἠλέκτρα καὶ μὴν ἔγωγʼ ἔσωσʼ ἐκεῖνον οὐκ ὄκνῳ. Χορός θάρσει· πέφυκεν ἐσθλός, ὥστʼ ἀρκεῖν φίλοις. Ἠλέκτρα πέποιθʼ, ἐπεί τἂν οὐ μακρὰν ἔζων ἐγώ. Χορός μὴ νῦν ἔτʼ εἴπῃς μηδέν· ὡς δόμων ὁρῶ τὴν σὴν ὅμαιμον ἐκ πατρὸς ταὐτοῦ φύσιν, Χρυσόθεμιν, ἔκ τε μητρός, ἐντάφια χεροῖν φέρουσαν, οἷα τοῖς κάτω νομίζεται. Χρυσόθεμις τίνʼ αὖ σὺ τήνδε πρὸς θυρῶνος ἐξόδοις ἐλθοῦσα φωνεῖς, ὦ κασιγνήτη, φάτιν, κοὐδʼ ἐν χρόνῳ μακρῷ διδαχθῆναι θέλεις θυμῷ ματαίῳ μὴ χαρίζεσθαι κενά; καίτοι τοσοῦτόν γʼ οἶδα κἀμαυτήν, ὅτι ἀλγῶ ʼπὶ τοῖς παροῦσιν· ὥστʼ ἄν, εἰ σθένος λάβοιμι, δηλώσαιμʼ ἂν οἷʼ αὐτοῖς φρονῶ. νῦν δʼ ἐν κακοῖς μοι πλεῖν ὑφειμένῃ δοκεῖ, καὶ μὴ δοκεῖν μὲν δρᾶν τι, πημαίνειν δὲ μή· τοιαῦτα δʼ ἄλλα καὶ σὲ βούλομαι ποεῖν. καίτοι τὸ μὲν δίκαιον οὐχ ᾗ ʼγὼ λέγω, ἀλλʼ ᾗ σὺ κρίνεις· εἰ δʼ ἐλευθέραν με δεῖ ζῆν, τῶν κρατούντων ἐστὶ πάντʼ ἀκουστέα. Ἠλέκτρα δεινόν γέ σʼ οὖσαν πατρὸς οὗ σὺ παῖς ἔφυς, κείνου λελῆσθαι, τῆς δὲ τικτούσης μέλειν. ἅπαντα γάρ σοι τἀμὰ νουθετήματα κείνης διδακτά, κοὐδὲν ἐκ σαυτῆς λέγεις. ἔπειθʼ ἑλοῦ γε θάτερʼ, ἢ φρονεῖν κακῶς ἢ τῶν φίλων φρονοῦσα μὴ μνήμην ἔχειν· ἥτις λέγεις μὲν ἀρτίως ὡς, εἰ λάβοις σθένος, τὸ τούτων μῖσος ἐκδείξειας ἄν, ἐμοῦ δὲ πατρὶ πάντα τιμωρουμένης οὔτε ξυνέρδεις τήν τε δρῶσαν ἐκτρέπεις. οὐ ταῦτα πρὸς κακοῖσι δειλίαν ἔχει; ἐπεὶ δίδαξον, ἢ μάθʼ ἐξ ἐμοῦ, τί μοι κέρδος γένοιτʼ ἂν τῶνδε ληξάσῃ γόων. οὐ ζῶ; κακῶς μέν, οἶδʼ, ἐπαρκούντως δʼ ἐμοί. λυπῶ δὲ τούτους, ὥστε τῷ τεθνηκότι τιμὰς προσάπτειν, εἴ τις ἔστʼ ἐκεῖ χάρις. σὺ δʼ ἡμὶν ἡ μισοῦσα μισεῖς μὲν λόγῳ, ἔργῳ δὲ τοῖς φονεῦσι τοῦ πατρὸς ξύνει. ἐγὼ μὲν οὖν οὐκ ἄν ποτʼ, οὐδʼ εἴ μοι τὰ σὰ μέλλοι τις οἴσειν δῶρʼ, ἐφʼ οἷσι νῦν χλιδᾷς, τούτοις ὑπεικάθοιμι· σοὶ δὲ πλουσία τράπεζα κείσθω καὶ περιρρείτω βίος. ἐμοὶ γὰρ ἔστω τοὐμὲ μὴ λυπεῖν μόνον βόσκημα· τῆς σῆς δʼ οὐκ ἐρῶ τιμῆς τυχεῖν, οὐδʼ ἂν σύ, σώφρων γʼ οὖσα. νῦν δʼ ἐξὸν πατρὸς πάντων ἀρίστου παῖδα κεκλῆσθαι, καλοῦ τῆς μητρός· οὕτω γὰρ φανεῖ πλείστοις κακή,