ἇς φίλος οὔτις ἀνὴρ ὑπερίσταται, ἀλλʼ ἁπερεί τις ἔποικος ἀναξία οἰκονομῶ θαλάμους πατρός, ὧδε μὲν ἀεικεῖ σὺν στολᾷ, κεναῖς δʼ ἀμφίσταμαι τραπέζαις. Χορός οἰκτρὰ μὲν νόστοις αὐδά, οἰκτρὰ δʼ ἐν κοίταις πατρῴαις ὅτε οἱ παγχάλκων ἀνταία γενύων ὡρμάθη πλαγά. δόλος ἦν ὁ φράσας, ἔρος ὁ κτείνας, δεινὰν δεινῶς προφυτεύσαντες μορφάν, εἴτʼ οὖν θεὸς εἴτε βροτῶν ἦν ὁ ταῦτα πράσσων. Ἠλέκτρα ὦ πασᾶν κείνα πλέον ἁμέρα ἐλθοῦσʼ ἐχθίστα δή μοι· ὦ νύξ, ὦ δείπνων ἀρρήτων ἔκπαγλʼ ἄχθη, τοὺς ἐμὸς ἴδε πατὴρ θανάτους αἰκεῖς διδύμαιν χειροῖν, αἳ τὸν ἐμὸν εἷλον βίον πρόδοτον, αἵ μʼ ἀπώλεσαν· οἷς θεὸς ὁ μέγας Ὀλύμπιος ποίνιμα πάθεα παθεῖν πόροι, μηδέ ποτʼ ἀγλαΐας ἀποναίατο τοιάδʼ ἀνύσαντες ἔργα. Χορός φράζου μὴ πόρσω φωνεῖν. οὐ γνώμαν ἴσχεις ἐξ οἵων τὰ παρόντʼ οἰκείας εἰς ἄτας ἐμπίπτεις οὕτως αἰκῶς; πολὺ γάρ τι κακῶν ὑπερεκτήσω, σᾷ δυσθύμῳ τίκτουσʼ ἀεὶ