ἄχος ἐφάνη βροτῶν, πρὸς ὅ τι σὺ τῶν ἔνδον εἶ περισσά, οἷς ὁμόθεν εἶ καὶ γονᾷ ξύναιμος, οἵα Χρυσόθεμις ζώει καὶ Ἰφιάνασσα, κρυπτᾷ τʼ ἀχέων ἐν ἥβᾳ, ὄλβιος, ὃν ἁ κλεινὰ γᾶ ποτε Μυκηναίων δέξεται εὐπατρίδαν, Διὸς εὔφρονι βήματι μολόντα τάνδε γᾶν Ὀρέσταν. Ἠλέκτρα ὅν γʼ ἐγὼ ἀκάματα προσμένουσʼ, ἄτεκνος, τάλαινʼ, ἀνύμφευτος αἰὲν οἰχνῶ, δάκρυσι μυδαλέα, τὸν ἀνήνυτον οἶτον ἔχουσα κακῶν· ὁ δὲ λάθεται ὧν τʼ ἔπαθʼ ὧν τʼ ἐδάη. τί γὰρ οὐκ ἐμοὶ ἔρχεται ἀγγελίας ἀπατώμενον; ἀεὶ μὲν γὰρ ποθεῖ, ποθῶν δʼ οὐκ ἀξιοῖ φανῆναι. Χορός θάρσει μοι, θάρσει, τέκνον. ἔτι μέγας οὐρανῷ Ζεύς, ὃς ἐφορᾷ πάντα καὶ κρατύνει· ᾧ τὸν ὑπεραλγῆ χόλον νέμουσα μήθʼ οἷς ἐχθαίρεις ὑπεράχθεο μήτʼ ἐπιλάθου· χρόνος γὰρ εὐμαρὴς θεός. οὔτε γὰρ ὁ τὰν Κρῖσαν βούνομον ἔχων ἀκτὰν παῖς Ἀγαμεμνονίδας ἀπερίτροπος οὔθʼ ὁ παρὰ τὸν Ἀχέροντα θεὸς ἀνάσσων. Ἠλέκτρα ἀλλʼ ἐμὲ μὲν ὁ πολὺς ἀπολέλοιπεν ἤδη βίοτος ἀνέλπιστος, οὐδʼ ἔτʼ ἀρκῶ· ἅτις ἄνευ τεκέων κατατάκομαι,