Ἠλέκτρα ματρός, τίνʼ ἀεὶ τάκεις ὧδʼ ἀκόρεστον οἰμωγὰν τὸν πάλαι ἐκ δολερᾶς ἀθεώτατα ματρὸς ἁλόντʼ ἀπάταις Ἀγαμέμνονα κακᾷ τε χειρὶ πρόδοτον; ὡς ὁ τάδε πορὼν ὄλοιτʼ, εἴ μοι θέμις τάδʼ αὐδᾶν. Ἠλέκτρα ὦ γενέθλα γενναίων, ἥκετʼ ἐμῶν καμάτων παραμύθιον. οἶδά τε καὶ ξυνίημι τάδʼ, οὔ τί με φυγγάνει, οὐδʼ ἐθέλω προλιπεῖν τόδε, μὴ οὐ τὸν ἐμὸν στενάχειν πατέρʼ ἄθλιον. ἀλλʼ ὦ παντοίας φιλότητος ἀμειβόμεναι χάριν, ἐᾶτέ μʼ ὧδʼ ἀλύειν, αἰαῖ, ἱκνοῦμαι. Χορός ἀλλʼ οὔτοι τόν γʼ ἐξ Ἀΐδα παγκοίνου λίμνας πατέρʼ ἀν- στάσεις οὔτε γόοισιν οὔτʼ εὐχαῖς. ἀλλʼ ἀπὸ τῶν μετρίων ἐπʼ ἀμήχανον ἄλγος ἀεὶ στενάχουσα διόλλυσαι, ἐν οἷς ἀνάλυσίς ἐστιν οὐδεμία κακῶν. τί μοι τῶν δυσφόρων ἐφίει; Ἠλέκτρα νήπιος ὃς τῶν οἰκτρῶς οἰχομένων γονέων ἐπιλάθεται. ἀλλʼ ἐμέ γʼ ἁ στονόεσσʼ ἄραρεν φρένας, ἃ Ἴτυν, αἰὲν Ἴτυν ὀλοφύρεται, ὄρνις ἀτυζομένα, Διὸς ἄγγελος. ἰὼ παντλάμων Νιόβα, σὲ δʼ ἔγωγε νέμω θεόν, ἅτʼ ἐν τάφῳ πετραίῳ αἰεὶ δακρύεις. Χορός οὔτοι σοὶ μούνᾳ, τέκνον,