ὦ παῖ, παῖ δυστανοτάτας Ἠλέκτρα ματρός, τίνʼ ἀεὶ τάκεις ὧδʼ ἀκόρεστον οἰμωγὰν τὸν πάλαι ἐκ δολερᾶς ἀθεώτατα ματρὸς ἁλόντʼ ἀπάταις Ἀγαμέμνονα κακᾷ τε χειρὶ πρόδοτον; ὡς ὁ τάδε πορὼν ὄλοιτʼ, εἴ μοι θέμις τάδʼ αὐδᾶν. Ἠλέκτρα ὦ γενέθλα γενναίων, ἥκετʼ ἐμῶν καμάτων παραμύθιον. οἶδά τε καὶ ξυνίημι τάδʼ, οὔ τί με φυγγάνει, οὐδʼ ἐθέλω προλιπεῖν τόδε, μὴ οὐ τὸν ἐμὸν στενάχειν πατέρʼ ἄθλιον. ἀλλʼ ὦ παντοίας φιλότητος ἀμειβόμεναι χάριν, ἐᾶτέ μʼ ὧδʼ ἀλύειν, αἰαῖ, ἱκνοῦμαι. Χορός ἀλλʼ οὔτοι τόν γʼ ἐξ Ἀΐδα παγκοίνου λίμνας πατέρʼ ἀν- στάσεις οὔτε γόοισιν οὔτʼ εὐχαῖς. ἀλλʼ ἀπὸ τῶν μετρίων ἐπʼ ἀμήχανον ἄλγος ἀεὶ στενάχουσα διόλλυσαι, ἐν οἷς ἀνάλυσίς ἐστιν οὐδεμία κακῶν. τί μοι τῶν δυσφόρων ἐφίει; Ἠλέκτρα νήπιος ὃς τῶν οἰκτρῶς οἰχομένων γονέων ἐπιλάθεται. ἀλλʼ ἐμέ γʼ ἁ στονόεσσʼ ἄραρεν φρένας, ἃ Ἴτυν, αἰὲν Ἴτυν ὀλοφύρεται, ὄρνις ἀτυζομένα, Διὸς ἄγγελος. ἰὼ παντλάμων Νιόβα, σὲ δʼ ἔγωγε νέμω θεόν, ἅτʼ ἐν τάφῳ πετραίῳ αἰεὶ δακρύεις. Χορός οὔτοι σοὶ μούνᾳ, τέκνον, ἄχος ἐφάνη βροτῶν, πρὸς ὅ τι σὺ τῶν ἔνδον εἶ περισσά, οἷς ὁμόθεν εἶ καὶ γονᾷ ξύναιμος, οἵα Χρυσόθεμις ζώει καὶ Ἰφιάνασσα, κρυπτᾷ τʼ ἀχέων ἐν ἥβᾳ, ὄλβιος, ὃν ἁ κλεινὰ γᾶ ποτε Μυκηναίων δέξεται εὐπατρίδαν, Διὸς εὔφρονι βήματι μολόντα τάνδε γᾶν Ὀρέσταν. Ἠλέκτρα ὅν γʼ ἐγὼ ἀκάματα προσμένουσʼ, ἄτεκνος, τάλαινʼ, ἀνύμφευτος αἰὲν οἰχνῶ, δάκρυσι μυδαλέα, τὸν ἀνήνυτον οἶτον ἔχουσα κακῶν· ὁ δὲ λάθεται ὧν τʼ ἔπαθʼ ὧν τʼ ἐδάη. τί γὰρ οὐκ ἐμοὶ ἔρχεται ἀγγελίας ἀπατώμενον; ἀεὶ μὲν γὰρ ποθεῖ, ποθῶν δʼ οὐκ ἀξιοῖ φανῆναι. Χορός θάρσει μοι, θάρσει, τέκνον. ἔτι μέγας οὐρανῷ Ζεύς, ὃς ἐφορᾷ πάντα καὶ κρατύνει· ᾧ τὸν ὑπεραλγῆ χόλον νέμουσα μήθʼ οἷς ἐχθαίρεις ὑπεράχθεο μήτʼ ἐπιλάθου· χρόνος γὰρ εὐμαρὴς θεός. οὔτε γὰρ ὁ τὰν Κρῖσαν βούνομον ἔχων ἀκτὰν παῖς Ἀγαμεμνονίδας ἀπερίτροπος οὔθʼ ὁ παρὰ τὸν Ἀχέροντα θεὸς ἀνάσσων. Ἠλέκτρα ἀλλʼ ἐμὲ μὲν ὁ πολὺς ἀπολέλοιπεν ἤδη βίοτος ἀνέλπιστος, οὐδʼ ἔτʼ ἀρκῶ· ἅτις ἄνευ τεκέων κατατάκομαι, ἇς φίλος οὔτις ἀνὴρ ὑπερίσταται, ἀλλʼ ἁπερεί τις ἔποικος ἀναξία οἰκονομῶ θαλάμους πατρός, ὧδε μὲν ἀεικεῖ σὺν στολᾷ, κεναῖς δʼ ἀμφίσταμαι τραπέζαις. Χορός οἰκτρὰ μὲν νόστοις αὐδά, οἰκτρὰ δʼ ἐν κοίταις πατρῴαις ὅτε οἱ παγχάλκων ἀνταία γενύων ὡρμάθη πλαγά. δόλος ἦν ὁ φράσας, ἔρος ὁ κτείνας, δεινὰν δεινῶς προφυτεύσαντες μορφάν, εἴτʼ οὖν θεὸς εἴτε βροτῶν ἦν ὁ ταῦτα πράσσων. Ἠλέκτρα ὦ πασᾶν κείνα πλέον ἁμέρα ἐλθοῦσʼ ἐχθίστα δή μοι· ὦ νύξ, ὦ δείπνων ἀρρήτων ἔκπαγλʼ ἄχθη, τοὺς ἐμὸς ἴδε πατὴρ θανάτους αἰκεῖς διδύμαιν χειροῖν, αἳ τὸν ἐμὸν εἷλον βίον πρόδοτον, αἵ μʼ ἀπώλεσαν· οἷς θεὸς ὁ μέγας Ὀλύμπιος ποίνιμα πάθεα παθεῖν πόροι, μηδέ ποτʼ ἀγλαΐας ἀποναίατο τοιάδʼ ἀνύσαντες ἔργα. Χορός φράζου μὴ πόρσω φωνεῖν. οὐ γνώμαν ἴσχεις ἐξ οἵων τὰ παρόντʼ οἰκείας εἰς ἄτας ἐμπίπτεις οὕτως αἰκῶς; πολὺ γάρ τι κακῶν ὑπερεκτήσω, σᾷ δυσθύμῳ τίκτουσʼ ἀεὶ ψυχᾷ πολέμους· τὰ δὲ τοῖς δυνατοῖς οὐκ ἐριστὰ πλάθειν. Ἠλέκτρα δεινοῖς ἠναγκάσθην, δεινοῖς· ἔξοιδʼ, οὐ λάθει μʼ ὀργά. ἀλλʼ ἐν γὰρ δεινοῖς οὐ σχήσω ταύτας ἄτας, ὄφρα με βίος ἔχῃ. τίνι γάρ ποτʼ ἄν, ὦ φιλία γενέθλα, πρόσφορον ἀκούσαιμʼ ἔπος, τίνι φρονοῦντι καίρια; ἄνετέ μʼ ἄνετε, παράγοροι· τάδε γὰρ ἄλυτα κεκλήσεται, οὐδέ ποτʼ ἐκ καμάτων ἀποπαύσομαι ἀνάριθμος ὧδε θρήνων. Χορός ἀλλʼ οὖν εὐνοίᾳ γʼ αὐδῶ, μάτηρ ὡσεί τις πιστά, μὴ τίκτειν σʼ ἄταν ἄταις. Ἠλέκτρα καὶ τί μέτρον κακότατος ἔφυ; φέρε, πῶς ἐπὶ τοῖς φθιμένοις ἀμελεῖν καλόν; ἐν τίνι τοῦτʼ ἔβλαστʼ ἀνθρώπων; μήτʼ εἴην ἔντιμος τούτοις μήτʼ, εἴ τῳ πρόσκειμαι χρηστῷ, ξυνναίοιμʼ εὔκηλος, γονέων ἐκτίμους ἴσχουσα πτέρυγας ὀξυτόνων γόων. εἰ γὰρ ὁ μὲν θανὼν γᾶ τε καὶ οὐδὲν ὢν κείσεται τάλας, οἱ δὲ μὴ πάλιν δώσουσʼ ἀντιφόνους δίκας,