<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1">ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲ</l><l n="2">Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖνʼ ἔξεστί σοι</l><l n="3">παρόντι λεύσσειν, ὧν πρόθυμος ἦσθʼ ἀεί.</l><l n="4">τὸ γὰρ παλαιὸν Ἄργος οὑπόθεις τόδε,</l><l n="5">τῆς οἰστροπλῆγος ἄλσος Ἰνάχου κόρης·</l><l n="6">αὕτη δʼ, Ὀρέστα, τοῦ λυκοκτόνου θεοῦ</l><l n="7">ἀγορὰ Λύκειος· οὑξ ἀριστερᾶς δʼ ὅδε</l><l n="8">Ἥρας ὁ κλεινὸς ναός· οἷ δʼ ἱκάνομεν,</l><l n="9">φάσκειν Μυκήνας τὰς πολυχρύσους ὁρᾶν</l><l n="10">πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε,</l><l n="11">ὅθεν σε πατρὸς ἐκ φονῶν ἐγώ ποτε</l><l n="12">πρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης λαβὼν</l><l n="13">ἤνεγκα κἀξέσωσα κἀξεθρεψάμην</l><l n="14">τοσόνδʼ ἐς ἥβης, πατρὶ τιμωρὸν φόνου.</l><l n="15">νῦν οὖν, Ὀρέστα καὶ σὺ φίλτατε ξένων</l><l n="16">Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον·</l><l n="17">ὡς ἡμὶν ἤδη λαμπρὸν ἡλίου σέλας</l><l n="18">ἑῷα κινεῖ φθέγματʼ ὀρνίθων σαφῆ</l><l n="19">μέλαινά τʼ ἄστρων ἐκλέλοιπεν εὐφρόνη.</l><l n="20">πρὶν οὖν τινʼ ἀνδρῶν ἐξοδοιπορεῖν στέγης,</l><l n="21">ξυνάπτετον λόγοισιν· ὡς ἐνταῦθʼ ἐμέν,</l><l n="22">ἵνʼ οὐκέτʼ ὀκνεῖν καιρός, ἀλλʼ ἔργων ἀκμή.</l></sp><milestone unit="card" n="23"/><sp><speaker>Ὀρέστης</speaker><l n="23">ὦ φίλτατʼ ἀνδρῶν προσπόλων, ὥς μοι σαφῆ</l><l n="24">σημεῖα φαίνεις ἐσθλὸς εἰς ἡμᾶς γεγώς.</l><l n="25">ὥσπερ γὰρ ἵππος εὐγενής, κἂν ᾖ γέρων,</l><l n="26">ἐν τοῖσι δεινοῖς θυμὸν οὐκ ἀπώλεσεν,</l><l n="27">ἀλλʼ ὀρθὸν οὖς ἵστησιν, ὡσαύτως δὲ σὺ</l><l n="28">ἡμᾶς τʼ ὀτρύνεις καὐτὸς ἐν πρώτοις ἕπει.</l><l n="29">τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δὲ</l><l n="30">ὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοις διδούς,</l></sp></div></div></body></text></TEI>