φεῦ φεῦ, τί δῆτʼ ἄν, ὦ γύναι, σκοποῖτό τι τὴν Πυθόμαντιν ἑστίαν ἢ τοὺς ἄνω κλάζοντας ὄρνεις, ὧν ὑφηγητῶν ἐγὼ κτενεῖν ἔμελλον πατέρα τὸν ἐμόν; ὁ δὲ θανὼν κεύθει κάτω δὴ γῆς. ἐγὼ δʼ ὅδʼ ἐνθάδε ἄψαυστος ἔγχους· εἴ τι μὴ τὠμῷ πόθῳ κατέφθιθʼ· οὕτω δʼ ἂν θανὼν εἴη ʼξ ἐμοῦ. τὰ δʼ οὖν παρόντα συλλαβὼν θεσπίσματα κεῖται παρʼ Ἅιδῃ Πόλυβος ἄξιʼ οὐδενός. Ἰοκάστη οὔκουν ἐγώ σοι ταῦτα προύλεγον πάλαι; Οἰδίπους ηὔδας· ἐγὼ δὲ τῷ φόβῳ παρηγόμην. Ἰοκάστη μὴ νῦν ἔτʼ αὐτῶν μηδὲν ἐς θυμὸν βάλῃς. Οἰδίπους καὶ πῶς τὸ μητρὸς οὐκ ὀκνεῖν λέχος με δεῖ; Ἰοκάστη τί δʼ ἂν φοβοῖτʼ ἄνθρωπος ᾧ τὰ τῆς τύχης κρατεῖ, πρόνοια δʼ ἐστὶν οὐδενὸς σαφής; εἰκῆ κράτιστον ζῆν, ὅπως δύναιτό τις. σὺ δʼ εἰς τὰ μητρὸς μὴ φοβοῦ νυμφεύματα· πολλοὶ γὰρ ἤδη κἀν ὀνείρασιν βροτῶν μητρὶ ξυνηυνάσθησαν. ἀλλὰ ταῦθʼ ὅτῳ παρʼ οὐδέν ἐστι, ῥᾷστα τὸν βίον φέρει. Οἰδίπους καλῶς ἅπαντα ταῦτʼ ἂν ἐξείρητό σοι, εἰ μὴ ʼκύρει ζῶσʼ ἡ τεκοῦσα· νῦν δʼ ἐπεὶ ζῇ, πᾶσʼ ἀνάγκη, κεἰ καλῶς λέγεις, ὀκνεῖν. Ἰοκάστη καὶ μὴν μέγας γʼ ὀφθαλμὸς οἱ πατρὸς τάφοι. Οἰδίπους μέγας, ξυνίημʼ· ἀλλὰ τῆς ζώσης φόβος. Ἄγγελος ποίας δὲ καὶ γυναικὸς ἐκφοβεῖσθʼ ὕπερ; Οἰδίπους Μερόπης, γεραιέ, Πόλυβος ἧς ᾤκει μέτα. Ἄγγελος τί δʼ ἔστʼ ἐκείνης ὑμὶν ἐς φόβον φέρον; Οἰδίπους θεήλατον μάντευμα δεινόν, ὦ ξένε. Ἄγγελος ἦ ῥητόν; ἢ οὐχὶ θεμιτὸν ἄλλον εἰδέναι; Οἰδίπους μάλιστά γʼ· εἶπε γάρ με Λοξίας ποτὲ χρῆναι μιγῆναι μητρὶ τἠμαυτοῦ τό τε πατρῷον αἷμα χερσὶ ταῖς ἐμαῖς ἑλεῖν. ὧν οὕνεχʼ ἡ Κόρινθος ἐξ ἐμοῦ πάλαι μακρὰν ἀπῳκεῖτʼ· εὐτυχῶς μέν, ἀλλʼ ὅμως τὰ τῶν τεκόντων ὄμμαθʼ ἥδιστον βλέπειν. Ἄγγελος ἦ γὰρ τάδʼ ὀκνῶν κεῖθεν ἦσθʼ ἀπόπτολις; Οἰδίπους πατρός τε χρῄζων μὴ φονεὺς εἶναι, γέρον. Ἄγγελος τί δῆτʼ ἐγὼ οὐχὶ τοῦδε τοῦ φόβου σʼ, ἄναξ, ἐπείπερ εὔνους ἦλθον, ἐξελυσάμην; Οἰδίπους καὶ μὴν χάριν γʼ ἂν ἀξίαν λάβοις ἐμοῦ. Ἄγγελος καὶ μὴν μάλιστα τοῦτʼ ἀφικόμην, ὅπως σοῦ πρὸς δόμους ἐλθόντος εὖ πράξαιμί τι. Οἰδίπους ἀλλʼ οὔποτʼ εἶμι τοῖς φυτεύσασίν γʼ ὅμοῦ. Ἄγγελος ὦ παῖ, καλῶς εἶ δῆλος οὐκ εἰδὼς τί δρᾷς. Οἰδίπους πῶς, ὦ γεραιέ; πρὸς θεῶν δίδασκέ με. Ἄγγελος εἰ τῶνδε φεύγεις οὕνεκʼ εἰς οἴκους μολεῖν. Οἰδίπους ταρβῶν γε μή μοι Φοῖβος ἐξέλθῃ σαφής. Ἄγγελος ἦ μὴ μίασμα τῶν φυτευσάντων λάβῃς; Οἰδίπους τοῦτʼ αὐτό, πρέσβυ, τοῦτό μʼ εἰσαεὶ φοβεῖ. Ἄγγελος ἆρʼ οἶσθα δῆτα πρὸς δίκης οὐδὲν τρέμων; Οἰδίπους πῶς δʼ οὐχί, παῖς γʼ εἰ τῶνδε γεννητῶν ἔφυν; Ἄγγελος ὁθούνεκʼ ἦν σοι Πόλυβος οὐδὲν ἐν γένει. Οἰδίπους πῶς εἶπας; οὐ γὰρ Πόλυβος ἐξέφυσέ με; Ἄγγελος οὐ μᾶλλον οὐδὲν τοῦδε τἀνδρός, ἀλλʼ ἴσον. Οἰδίπους καὶ πῶς ὁ φύσας ἐξ ἴσου τῷ μηδενί; Ἄγγελος ἀλλʼ οὔ σʼ ἐγείνατʼ οὔτʼ ἐκεῖνος οὔτʼ ἐγώ. Οἰδίπους ἀλλʼ ἀντὶ τοῦ δὴ παῖδά μʼ ὠνομάζετο; Ἄγγελος δῶρόν ποτʼ, ἴσθι, τῶν ἐμῶν χειρῶν λαβών. Οἰδίπους κᾆθʼ ὧδʼ ἀπʼ ἄλλης χειρὸς ἔστερξεν μέγα; Ἄγγελος ἡ γὰρ πρὶν αὐτὸν ἐξέπεισʼ ἀπαιδία. Οἰδίπους σὺ δʼ ἐμπολήσας ἢ τυχών μʼ αὐτῷ δίδως; Ἄγγελος εὑρὼν ναπαίαις ἐν Κιθαιρῶνος πτυχαῖς. Οἰδίπους ὡδοιπόρεις δὲ πρὸς τί τούσδε τοὺς τόπους; Ἄγγελος ἐνταῦθʼ ὀρείοις ποιμνίοις ἐπεστάτουν. Οἰδίπους ποιμὴν γὰρ ἦσθα κἀπὶ θητείᾳ πλάνης; Ἄγγελος σοῦ τʼ, ὦ τέκνον, σωτήρ γε τῷ τότʼ ἐν χρόνῳ. Οἰδίπους τί δʼ ἄλγος ἴσχοντʼ ἀγκάλαις με λαμβάνεις; Ἄγγελος ποδῶν ἂν ἄρθρα μαρτυρήσειεν τὰ σά· Οἰδίπους οἴμοι, τί τοῦτʼ ἀρχαῖον ἐννέπεις κακόν; Ἄγγελος λύω σʼ ἔχοντα διατόρους ποδοῖν ἀκμάς. Οἰδίπους δεινόν γʼ ὄνειδος σπαργάνων ἀνειλόμην. Ἄγγελος ὥστʼ ὠνομάσθης ἐκ τύχης ταύτης ὃς εἶ. Οἰδίπους ὦ πρὸς θεῶν, πρὸς μητρὸς ἢ πατρός; φράσον. Ἄγγελος οὐκ οἶδʼ· ὁ δοὺς δὲ ταῦτʼ ἐμοῦ λῷον φρονεῖ. Οἰδίπους ἦ γὰρ παρʼ ἄλλου μʼ ἔλαβες οὐδʼ αὐτὸς τυχών; Ἄγγελος οὔκ, ἀλλὰ ποιμὴν ἄλλος ἐκδίδωσί μοι.