τῆς Ἰσθμίας στήσουσιν, ὡς ηὐδᾶτʼ ἐκεῖ. Ἰοκάστη τί δʼ; οὐχ ὁ πρέσβυς Πόλυβος ἐγκρατὴς ἔτι; Ἄγγελος οὐ δῆτʼ, ἐπεί νιν θάνατος ἐν τάφοις ἔχει. Ἰοκάστη πῶς εἶπας; ἦ τέθνηκε Πόλυβος, ὦ γέρον; Ἄγγελος εἰ μὴ λέγω τἀληθές, ἀξιῶ θανεῖν. Ἰοκάστη ὦ πρόσπολʼ, οὐχὶ δεσπότῃ τάδʼ ὡς τάχος μολοῦσα λέξεις; ὦ θεῶν μαντεύματα, ἵνʼ ἐστέ· τοῦτον Οἰδίπους πάλαι τρέμων τὸν ἄνδρʼ ἔφευγε μὴ κτάνοι, καὶ νῦν ὅδε πρὸς τῆς τύχης ὄλωλεν οὐδὲ τοῦδʼ ὕπο. Οἰδίπους ὦ φίλτατον γυναικὸς Ἰοκάστης κάρα, τί μʼ ἐξεπέμψω δεῦρο τῶνδε δωμάτων; Ἰοκάστη ἄκουε τἀνδρὸς τοῦδε, καὶ σκόπει κλύων τὰ σέμνʼ ἵνʼ ἥκει τοῦ θεοῦ μαντεύματα. Οἰδίπους οὗτος δὲ τίς ποτʼ ἐστὶ καὶ τί μοι λέγει; Ἰοκάστη ἐκ τῆς Κορίνθου, πατέρα τὸν σὸν ἀγγελῶν ὡς οὐκέτʼ ὄντα Πόλυβον, ἀλλʼ ὀλωλότα. Οἰδίπους τί φῄς, ξένʼ; αὐτός μοι σὺ σημάντωρ γενοῦ. Ἄγγελος εἰ τοῦτο πρῶτον δεῖ μʼ ἀπαγγεῖλαι σαφῶς, εὖ ἴσθʼ ἐκεῖνον θανάσιμον βεβηκότα. Οἰδίπους πότερα δόλοισιν ἢ νόσου ξυναλλαγῇ; Ἄγγελος σμικρὰ παλαιὰ σώματʼ εὐνάζει ῥοπή. Οἰδίπους νόσοις ὁ τλήμων, ὡς ἔοικεν, ἔφθιτο. Ἄγγελος καὶ τῷ μακρῷ γε συμμετρούμενος χρόνῳ. Οἰδίπους φεῦ φεῦ, τί δῆτʼ ἄν, ὦ γύναι, σκοποῖτό τι τὴν Πυθόμαντιν ἑστίαν ἢ τοὺς ἄνω κλάζοντας ὄρνεις, ὧν ὑφηγητῶν ἐγὼ κτενεῖν ἔμελλον πατέρα τὸν ἐμόν; ὁ δὲ θανὼν κεύθει κάτω δὴ γῆς. ἐγὼ δʼ ὅδʼ ἐνθάδε ἄψαυστος ἔγχους· εἴ τι μὴ τὠμῷ πόθῳ