πόλει πάλαισμα μήποτε λῦσαι θεὸν αἰτοῦμαι. θεὸν οὐ λήξω ποτὲ προστάταν ἴσχων. Χορός εἰ δέ τις ὑπέροπτα χερσὶν ἢ λόγῳ πορεύεται, δίκας ἀφόβητος οὐδὲ δαιμόνων ἕδη σέβων, κακά νιν ἕλοιτο μοῖρα, δυσπότμου χάριν χλιδᾶς, εἰ μὴ τὸ κέρδος κερδανεῖ δικαίως καὶ τῶν ἀσέπτων ἔρξεται ἢ τῶν ἀθίκτων θίξεται ματᾴζων. τίς ἔτι ποτʼ ἐν τοῖσδʼ ἀνὴρ θεῶν βέλη εὔξεται ψυχᾶς ἀμύνειν; εἰ γὰρ αἱ τοιαίδε πράξεις τίμιαι, τί δεῖ με χορεύειν; Χορός οὐκέτι τὸν ἄθικτον εἶμι γᾶς ἐπʼ ὀμφαλὸν σέβων, οὐδʼ ἐς τὸν Ἀβαῖσι ναὸν οὐδὲ τὰν Ὀλυμπίαν, εἰ μὴ τάδε χειρόδεικτα πᾶσιν ἁρμόσει βροτοῖς. ἀλλʼ, ὦ κρατύνων, εἴπερ ὄρθʼ ἀκούεις, Ζεῦ, πάντʼ ἀνάσσων, μὴ λάθοι σὲ τάν τε σὰν ἀθάνατον αἰὲν ἀρχάν. φθίνοντα γὰρ Λαΐου παλαίφατα θέσφατʼ ἐξαιροῦσιν ἤδη, κοὐδαμοῦ τιμαῖς Ἀπόλλων ἐμφανής· ἔρρει δὲ τὰ θεῖα. Ἰοκάστη χώρας ἄνακτες, δόξα μοι παρεστάθη ναοὺς ἱκέσθαι δαιμόνων, τάδʼ ἐν χεροῖν στέφη λαβούσῃ κἀπιθυμιάματα. ὑψοῦ γὰρ αἴρει θυμὸν Οἰδίπους ἄγαν λύπαισι παντοίαισιν· οὐδʼ ὁποῖʼ ἀνὴρ ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται, ἀλλʼ ἐστὶ τοῦ λέγοντος, εἰ φόβους λέγοι. ὅτʼ οὖν παραινοῦσʼ οὐδὲν ἐς πλέον ποιῶ, πρὸς σʼ, ὦ Λύκειʼ Ἄπολλον, ἄγχιστος γὰρ εἶ, ἱκέτις ἀφῖγμαι τοῖσδε σὺν κατεύγμασιν, ὅπως λύσιν τινʼ ἡμὶν εὐαγῆ πόρῃς· ὡς νῦν ὀκνοῦμεν πάντες ἐκπεπληγμένον κεῖνον βλέποντες ὡς κυβερνήτην νεώς. Ἄγγελος ἆρʼ ἂν παρʼ ὑμῶν, ὦ ξένοι, μάθοιμʼ ὅπου τὰ τοῦ τυράννου δώματʼ ἐστὶν Οἰδίπου; μάλιστα δʼ αὐτὸν εἴπατʼ, εἰ κάτισθʼ ὅπου. Χορός στέγαι μὲν αἵδε, καὐτὸς ἔνδον, ὦ ξένε· γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων. Ἄγγελος ἀλλʼ ὀλβία τε καὶ ξὺν ὀλβίοις ἀεὶ γένοιτʼ, ἐκείνου γʼ οὖσα παντελὴς δάμαρ. Ἰοκάστη αὔτως δὲ καὶ σύ γʼ, ὦ ξένʼ· ἄξιος γὰρ εἶ τῆς εὐεπείας εἵνεκʼ· ἀλλὰ φράζʼ ὅτου χρῄζων ἀφῖξαι χὤ τι σημῆναι θέλων. Ἄγγελος ἀγαθὰ δόμοις τε καὶ πόσει τῷ σῷ, γύναι. Ἰοκάστη τὰ ποῖα ταῦτα; παρὰ τίνος δʼ ἀφιγμένος; Ἄγγελος ἐκ τῆς Κορίνθου· τὸ δʼ ἔπος οὑξερῶ τάχα, ἥδοιο μέν, πῶς δʼ οὐκ ἄν, ἀσχάλλοις δʼ ἴσως. Ἰοκάστη τί δʼ ἔστι; ποίαν δύναμιν ὧδʼ ἔχει διπλῆν; Ἄγγελος τύραννον αὐτὸν οὑπιχώριοι χθονὸς τῆς Ἰσθμίας στήσουσιν, ὡς ηὐδᾶτʼ ἐκεῖ. Ἰοκάστη τί δʼ; οὐχ ὁ πρέσβυς Πόλυβος ἐγκρατὴς ἔτι; Ἄγγελος οὐ δῆτʼ, ἐπεί νιν θάνατος ἐν τάφοις ἔχει. Ἰοκάστη πῶς εἶπας; ἦ τέθνηκε Πόλυβος, ὦ γέρον; Ἄγγελος εἰ μὴ λέγω τἀληθές, ἀξιῶ θανεῖν. Ἰοκάστη ὦ πρόσπολʼ, οὐχὶ δεσπότῃ τάδʼ ὡς τάχος μολοῦσα λέξεις; ὦ θεῶν μαντεύματα, ἵνʼ ἐστέ· τοῦτον Οἰδίπους πάλαι τρέμων τὸν ἄνδρʼ ἔφευγε μὴ κτάνοι, καὶ νῦν ὅδε πρὸς τῆς τύχης ὄλωλεν οὐδὲ τοῦδʼ ὕπο. Οἰδίπους ὦ φίλτατον γυναικὸς Ἰοκάστης κάρα, τί μʼ ἐξεπέμψω δεῦρο τῶνδε δωμάτων; Ἰοκάστη ἄκουε τἀνδρὸς τοῦδε, καὶ σκόπει κλύων τὰ σέμνʼ ἵνʼ ἥκει τοῦ θεοῦ μαντεύματα. Οἰδίπους οὗτος δὲ τίς ποτʼ ἐστὶ καὶ τί μοι λέγει; Ἰοκάστη ἐκ τῆς Κορίνθου, πατέρα τὸν σὸν ἀγγελῶν ὡς οὐκέτʼ ὄντα Πόλυβον, ἀλλʼ ὀλωλότα. Οἰδίπους τί φῄς, ξένʼ; αὐτός μοι σὺ σημάντωρ γενοῦ. Ἄγγελος εἰ τοῦτο πρῶτον δεῖ μʼ ἀπαγγεῖλαι σαφῶς, εὖ ἴσθʼ ἐκεῖνον θανάσιμον βεβηκότα. Οἰδίπους πότερα δόλοισιν ἢ νόσου ξυναλλαγῇ; Ἄγγελος σμικρὰ παλαιὰ σώματʼ εὐνάζει ῥοπή. Οἰδίπους νόσοις ὁ τλήμων, ὡς ἔοικεν, ἔφθιτο. Ἄγγελος καὶ τῷ μακρῷ γε συμμετρούμενος χρόνῳ.