ὕβρις φυτεύει τύραννον· ὕβρις, εἰ πολλῶν ὑπερπλησθῇ μάταν, ἃ μὴ ʼπίκαιρα μηδὲ συμφέροντα, ἀκρότατον εἰσαναβᾶσʼ αἶπος ἀπότομον ὤρουσεν εἰς ἀνάγκαν, ἔνθʼ οὐ ποδὶ χρησίμῳ χρῆται. τὸ καλῶς δʼ ἔχον πόλει πάλαισμα μήποτε λῦσαι θεὸν αἰτοῦμαι. θεὸν οὐ λήξω ποτὲ προστάταν ἴσχων. Χορός εἰ δέ τις ὑπέροπτα χερσὶν ἢ λόγῳ πορεύεται, δίκας ἀφόβητος οὐδὲ δαιμόνων ἕδη σέβων, κακά νιν ἕλοιτο μοῖρα, δυσπότμου χάριν χλιδᾶς, εἰ μὴ τὸ κέρδος κερδανεῖ δικαίως καὶ τῶν ἀσέπτων ἔρξεται ἢ τῶν ἀθίκτων θίξεται ματᾴζων. τίς ἔτι ποτʼ ἐν τοῖσδʼ ἀνὴρ θεῶν βέλη εὔξεται ψυχᾶς ἀμύνειν; εἰ γὰρ αἱ τοιαίδε πράξεις τίμιαι, τί δεῖ με χορεύειν; Χορός οὐκέτι τὸν ἄθικτον εἶμι γᾶς ἐπʼ ὀμφαλὸν σέβων, οὐδʼ ἐς τὸν Ἀβαῖσι ναὸν οὐδὲ τὰν Ὀλυμπίαν, εἰ μὴ τάδε χειρόδεικτα πᾶσιν ἁρμόσει βροτοῖς. ἀλλʼ, ὦ κρατύνων, εἴπερ ὄρθʼ ἀκούεις, Ζεῦ, πάντʼ ἀνάσσων, μὴ λάθοι σὲ τάν τε σὰν ἀθάνατον αἰὲν ἀρχάν. φθίνοντα γὰρ Λαΐου παλαίφατα θέσφατʼ ἐξαιροῦσιν ἤδη, κοὐδαμοῦ τιμαῖς Ἀπόλλων ἐμφανής·