λῃστὰς ἔφασκες αὐτὸν ἄνδρας ἐννέπειν ὥς νιν κατακτείνειαν. εἰ μὲν οὖν ἔτι λέξει τὸν αὐτὸν ἀριθμόν, οὐκ ἐγὼ ʼκτανον· οὐ γὰρ γένοιτʼ ἂν εἷς γε τοῖς πολλοῖς ἴσος· εἰ δʼ ἄνδρʼ ἕνʼ οἰόζωνον αὐδήσει, σαφῶς τοῦτʼ ἐστὶν ἤδη τοὔργον εἰς ἐμὲ ῥέπον. Ἰοκάστη ἀλλʼ ὡς φανέν γε τοὔπος ὧδʼ ἐπίστασο, κοὐκ ἔστιν αὐτῷ τοῦτό γʼ ἐκβαλεῖν πάλιν· πόλις γὰρ ἤκουσʼ, οὐκ ἐγὼ μόνη, τάδε. εἰ δʼ οὖν τι κἀκτρέποιτο τοῦ πρόσθεν λόγου, οὔτοι ποτʼ, ὦναξ, σόν γε Λαΐου φόνον φανεῖ δικαίως ὀρθόν, ὅν γε Λοξίας διεῖπε χρῆναι παιδὸς ἐξ ἐμοῦ θανεῖν. καίτοι νιν οὐ κεῖνός γʼ ὁ δύστηνός ποτε κατέκτανʼ, ἀλλʼ αὐτὸς πάροιθεν ὤλετο. ὥστʼ οὐχὶ μαντείας γʼ ἂν οὔτε τῇδʼ ἐγὼ βλέψαιμʼ ἂν εἵνεκʼ οὔτε τῇδʼ ἂν ὕστερον. Οἰδίπους καλῶς νομίζεις· ἀλλʼ ὅμως τὸν ἐργάτην πέμψον τινὰ στελοῦντα μηδὲ τοῦτʼ ἀφῇς. Ἰοκάστη πέμψω ταχύνασʼ· ἀλλʼ ἴωμεν ἐς δόμους· οὐδὲν γὰρ ἂν πράξαιμʼ ἂν ὧν οὐ σοὶ φίλον. Χορός εἴ μοι ξυνείη φέροντι μοῖρα τὰν εὔσεπτον ἁγνείαν λόγων ἔργων τε πάντων, ὧν νόμοι πρόκεινται ὑψίποδες, οὐρανίαν διʼ αἰθέρα τεκνωθέντες, ὧν Ὄλυμπος πατὴρ μόνος, οὐδέ νιν θνατὰ φύσις ἀνέρων ἔτικτεν οὐδὲ μή ποτε λάθα κατακοιμάσῃ· μέγας ἐν τούτοις θεὸς οὐδὲ γηράσκει.