ἐνταῦθά μοι κῆρύξ τε κἀπὶ πωλικῆς ἀνὴρ ἀπήνης ἐμβεβώς, οἷον σὺ φῇς, ξυνηντίαζον· κἀξ ὁδοῦ μʼ ὅ θʼ ἡγεμὼν αὐτός θʼ ὁ πρέσβυς πρὸς βίαν ἠλαυνέτην. κἀγὼ τὸν ἐκτρέποντα, τὸν τροχηλάτην, παίω διʼ ὀργῆς· καί μʼ ὁ πρέσβυς ὡς ὁρᾷ, ὄχου παραστείχοντα τηρήσας, μέσον κάρα διπλοῖς κέντροισί μου καθίκετο. οὐ μὴν ἴσην γʼ ἔτισεν, ἀλλὰ συντόμως σκήπτρῳ τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιος μέσης ἀπήνης εὐθὺς ἐκκυλίνδεται· κτείνω δὲ τοὺς ξύμπαντας. εἰ δὲ τῷ ξένῳ τούτῳ προσήκει Λαΐου τι συγγενές, τίς τοῦδέ γʼ ἀνδρός ἐστιν ἀθλιώτερος; τίς ἐχθροδαίμων μᾶλλον ἂν γένοιτʼ ἀνήρ; ὃν μὴ ξένων ἔξεστι μηδʼ ἀστῶν τινι δόμοις δέχεσθαι μηδὲ προσφωνεῖν τινα, ὠθεῖν δʼ ἀπʼ οἴκων. καὶ τάδʼ οὔτις ἄλλος ἦν ἢ ʼγὼ ʼπʼ ἐμαυτῷ τάσδʼ ἀρὰς ὁ προστιθείς. λέχη δὲ τοῦ θανόντος ἐκ χεροῖν ἐμαῖν χραίνω, διʼ ὧνπερ ὤλετʼ· ἆρʼ ἔφυν κακός; ἆρʼ οὐχὶ πᾶς ἄναγνος; εἴ με χρὴ φυγεῖν, καί μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖν μηδʼ ἐμβατεύειν πατρίδος, ἢ γάμοις με δεῖ μητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖν Πόλυβον, ὃς ἐξέφυσε κἀξέθρεψέ με. ἆρʼ οὐκ ἀπʼ ὠμοῦ ταῦτα δαίμονός τις ἂν κρίνων ἐπʼ ἀνδρὶ τῷδʼ ἂν ὀρθοίη λόγον; μὴ δῆτα, μὴ δῆτʼ, ὦ θεῶν ἁγνὸν σέβας, ἴδοιμι ταύτην ἡμέραν, ἀλλʼ ἐκ βροτῶν βαίην ἄφαντος πρόσθεν ἢ τοιάνδʼ ἰδεῖν κηλῖδʼ ἐμαυτῷ συμφορᾶς ἀφιγμένην. Χορός ἡμῖν μέν, ὦναξ, ταῦτʼ ὀκνήρʼ· ἕως δʼ ἂν οὖν πρὸς τοῦ παρόντος ἐκμάθῃς, ἔχʼ ἐλπίδα. Οἰδίπους καὶ μὴν τοσοῦτόν γʼ ἐστί μοι τῆς ἐλπίδος, τὸν ἄνδρα τὸν βοτῆρα προσμεῖναι μόνον. Ἰοκάστη πεφασμένου δὲ τίς ποθʼ ἡ προθυμία; Οἰδίπους ἐγὼ διδάξω σʼ· ἢν γὰρ εὑρεθῇ λέγων σοὶ ταὔτʼ, ἔγωγʼ ἂν ἐκπεφευγοίην πάθος. Ἰοκάστη ποῖον δέ μου περισσὸν ἤκουσας λόγον; Οἰδίπους λῃστὰς ἔφασκες αὐτὸν ἄνδρας ἐννέπειν ὥς νιν κατακτείνειαν. εἰ μὲν οὖν ἔτι λέξει τὸν αὐτὸν ἀριθμόν, οὐκ ἐγὼ ʼκτανον· οὐ γὰρ γένοιτʼ ἂν εἷς γε τοῖς πολλοῖς ἴσος· εἰ δʼ ἄνδρʼ ἕνʼ οἰόζωνον αὐδήσει, σαφῶς τοῦτʼ ἐστὶν ἤδη τοὔργον εἰς ἐμὲ ῥέπον. Ἰοκάστη ἀλλʼ ὡς φανέν γε τοὔπος ὧδʼ ἐπίστασο, κοὐκ ἔστιν αὐτῷ τοῦτό γʼ ἐκβαλεῖν πάλιν· πόλις γὰρ ἤκουσʼ, οὐκ ἐγὼ μόνη, τάδε. εἰ δʼ οὖν τι κἀκτρέποιτο τοῦ πρόσθεν λόγου, οὔτοι ποτʼ, ὦναξ, σόν γε Λαΐου φόνον φανεῖ δικαίως ὀρθόν, ὅν γε Λοξίας διεῖπε χρῆναι παιδὸς ἐξ ἐμοῦ θανεῖν. καίτοι νιν οὐ κεῖνός γʼ ὁ δύστηνός ποτε κατέκτανʼ, ἀλλʼ αὐτὸς πάροιθεν ὤλετο. ὥστʼ οὐχὶ μαντείας γʼ ἂν οὔτε τῇδʼ ἐγὼ βλέψαιμʼ ἂν εἵνεκʼ οὔτε τῇδʼ ἂν ὕστερον. Οἰδίπους καλῶς νομίζεις· ἀλλʼ ὅμως τὸν ἐργάτην πέμψον τινὰ στελοῦντα μηδὲ τοῦτʼ ἀφῇς. Ἰοκάστη πέμψω ταχύνασʼ· ἀλλʼ ἴωμεν ἐς δόμους· οὐδὲν γὰρ ἂν πράξαιμʼ ἂν ὧν οὐ σοὶ φίλον. Χορός εἴ μοι ξυνείη φέροντι μοῖρα τὰν εὔσεπτον ἁγνείαν λόγων ἔργων τε πάντων, ὧν νόμοι πρόκεινται ὑψίποδες, οὐρανίαν διʼ αἰθέρα τεκνωθέντες, ὧν Ὄλυμπος πατὴρ μόνος, οὐδέ νιν θνατὰ φύσις ἀνέρων ἔτικτεν οὐδὲ μή ποτε λάθα κατακοιμάσῃ· μέγας ἐν τούτοις θεὸς οὐδὲ γηράσκει. Χορός ὕβρις φυτεύει τύραννον· ὕβρις, εἰ πολλῶν ὑπερπλησθῇ μάταν, ἃ μὴ ʼπίκαιρα μηδὲ συμφέροντα, ἀκρότατον εἰσαναβᾶσʼ αἶπος ἀπότομον ὤρουσεν εἰς ἀνάγκαν, ἔνθʼ οὐ ποδὶ χρησίμῳ χρῆται. τὸ καλῶς δʼ ἔχον