ἀλλʼ εἰς καλὸν σύ τʼ εἶπας οἵδε τʼ ἀρτίως Κρέοντα προσστείχοντα σημαίνουσί μοι. Οἰδίπους ὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ σωτῆρι βαίη λαμπρὸς ὥσπερ ὄμματι Ἱερεύς ἀλλʼ εἰκάσαι μέν, ἡδύς· οὐ γὰρ ἂν κάρα πολυστεφὴς ὧδʼ εἷρπε παγκάρπου δάφνης. Οἰδίπους τάχʼ εἰσόμεσθα· ξύμμετρος γὰρ ὡς κλύειν. ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως, τίνʼ ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων; Κρέων ἐσθλήν· λέγω γὰρ καὶ τὰ δύσφορʼ, εἰ τύχοι κατʼ ὀρθὸν ἐξελθόντα, πάντʼ ἂν εὐτυχεῖν. Οἰδίπους ἔστιν δὲ ποῖον τοὔπος; οὔτε γὰρ θρασὺς οὔτʼ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ. Κρέων εἰ τῶνδε χρῄζεις πλησιαζόντων κλύειν, ἕτοιμος εἰπεῖν, εἴτε καὶ στείχειν ἔσω. Οἰδίπους ἐς πάντας αὔδα· τῶνδε γὰρ πλέον φέρω τὸ πένθος ἢ καὶ τῆς ἐμῆς ψυχῆς πέρι. Κρέων λέγοιμʼ ἂν οἷʼ ἤκουσα τοῦ θεοῦ πάρα. ἄνωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξ μίασμα χώρας, ὡς τεθραμμένον χθονὶ ἐν τῇδʼ, ἐλαύνειν μηδʼ ἀνήκεστον τρέφειν. Οἰδίπους ποίῳ καθαρμῷ; τίς ὁ τρόπος τῆς ξυμφορᾶς; Κρέων ἀνδρηλατοῦντας ἢ φόνῳ φόνον πάλιν λύοντας, ὡς τόδʼ αἷμα χειμάζον πόλιν. Οἰδίπους ποίου γὰρ ἀνδρὸς τήνδε μηνύει τύχην; Κρέων ἦν ἡμίν, ὦναξ, Λάϊός ποθʼ ἡγεμὼν γῆς τῆσδε, πρὶν σὲ τήνδʼ ἀπευθύνειν πόλιν. Οἰδίπους ἔξοιδʼ ἀκούων· οὐ γὰρ εἰσεῖδόν γέ πω. Κρέων τούτου θανόντος νῦν ἐπιστέλλει σαφῶς τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινας. Οἰδίπους οἳ δʼ εἰσὶ ποῦ γῆς; ποῦ τόδʼ εὑρεθήσεται ἴχνος παλαιᾶς δυστέκμαρτον αἰτίας; Κρέων ἐν τῇδʼ ἔφασκε γῇ· τὸ δὲ ζητούμενον ἁλωτόν, ἐκφεύγειν δὲ τἀμελούμενον. Οἰδίπους πότερα δʼ ἐν οἴκοις ἢ ʼν ἀγροῖς ὁ Λάϊος ἢ γῆς ἐπʼ ἄλλης τῷδε συμπίπτει φόνῳ; Κρέων θεωρός, ὡς ἔφασκεν, ἐκδημῶν, πάλιν πρὸς οἶκον οὐκέθʼ ἵκεθʼ, ὡς ἀπεστάλη. Οἰδίπους οὐδʼ ἄγγελός τις οὐδὲ συμπράκτωρ ὁδοῦ κατεῖδʼ, ὅτου τις ἐκμαθὼν ἐχρήσατʼ ἄν; Κρέων θνῄσκουσι γάρ, πλὴν εἷς τις, ὃς φόβῳ, φυγὼν ὧν εἶδε πλὴν ἓν οὐδὲν εἶχʼ εἰδὼς φράσαι. Οἰδίπους τὸ ποῖον; ἓν γὰρ πόλλʼ ἂν ἐξεύροι μαθεῖν, ἀρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος. Κρέων λῃστὰς ἔφασκε συντυχόντας οὐ μιᾷ ῥώμῃ κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν. Οἰδίπους πῶς οὖν ὁ λῃστής, εἴ τι μὴ ξὺν ἀργύρῳ ἐπράσσετʼ ἐνθένδʼ, ἐς τόδʼ ἂν τόλμης ἔβη; Κρέων δοκοῦντα ταῦτʼ ἦν· Λαΐου δʼ ὀλωλότος οὐδεὶς ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο. Οἰδίπους κακὸν δὲ ποῖον ἐμποδών, τυραννίδος οὕτω πεσούσης, εἶργε τοῦτʼ ἐξειδέναι; Κρέων ἡ ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶν σκοπεῖν μεθέντας ἡμᾶς τἀφανῆ προσήγετο. Οἰδίπους ἀλλʼ ἐξ ὑπαρχῆς αὖθις αὔτʼ ἐγὼ φανῶ· ἐπαξίως γὰρ Φοῖβος, ἀξίως δὲ σὺ πρὸ τοῦ θανόντος τήνδʼ ἔθεσθʼ ἐπιστροφήν· ὥστʼ ἐνδίκως ὄψεσθε κἀμὲ σύμμαχον γῇ τῇδε τιμωροῦντα τῷ θεῷ θʼ ἅμα. ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων, ἀλλʼ αὐτὸς αὑτοῦ τοῦτʼ ἀποσκεδῶ μύσος. ὅστις γὰρ ἦν ἐκεῖνον ὁ κτανών, τάχʼ ἂν κἄμʼ ἂν τοιαύτῃ χειρὶ τιμωροῦνθʼ ἕλοι. κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ. ἀλλʼ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων ἵστασθε, τούσδʼ ἄραντες ἱκτῆρας κλάδους, ἄλλος δὲ Κάδμου λαὸν ὧδʼ ἀθροιζέτω, ὡς πᾶν ἐμοῦ δράσοντος· ἢ γὰρ εὐτυχεῖς σὺν τῷ θεῷ φανούμεθʼ ἢ πεπτωκότες. Ἱερεύς ὦ παῖδες, ἱστώμεσθα· τῶνδε γὰρ χάριν καὶ δεῦρʼ ἔβημεν ὧν ὅδʼ ἐξαγγέλλεται. Φοῖβος δʼ ὁ πέμψας τάσδε μαντείας ἅμα σωτήρ δʼ ἵκοιτο καὶ νόσου παυστήριος. Χορός ὦ Διὸς ἁδυεπὲς φάτι, τίς ποτε τᾶς πολυχρύσου Πυθῶνος ἀγλαὰς ἔβας Θήβας; ἐκτέταμαι φοβερὰν φρένα, δείματι πάλλων, ἰήιε Δάλιε Παιάν,