χρείαν ἐρευνᾷ, ῥᾳδίως αὐτὸς φανεῖ. Οἰδίπους οἷόν μʼ ἀκούσαντʼ ἀρτίως ἔχει, γύναι, ψυχῆς πλάνημα κἀνακίνησις φρενῶν. Ἰοκάστη ποίας μερίμνης τοῦθʼ ὑποστραφεὶς λέγεις; Οἰδίπους ἔδοξʼ ἀκοῦσαι σοῦ τόδʼ, ὡς ὁ Λάϊος κατασφαγείη πρὸς τριπλαῖς ἁμαξιτοῖς. Ἰοκάστη ηὐδᾶτο γὰρ ταῦτʼ οὐδέ πω λήξαντʼ ἔχει. Οἰδίπους καὶ ποῦ ʼσθʼ ὁ χῶρος οὗτος οὗ τόδʼ ἦν πάθος; Ἰοκάστη Φωκὶς μὲν ἡ γῆ κλῄζεται, σχιστὴ δʼ ὁδὸς ἐς ταὐτὸ Δελφῶν κἀπὸ Δαυλίας ἄγει. Οἰδίπους καὶ τίς χρόνος τοῖσδʼ ἐστὶν οὑξεληλυθώς; Ἰοκάστη σχεδόν τι πρόσθεν ἢ σὺ τῆσδʼ ἔχων χθονὸς ἀρχὴν ἐφαίνου, τοῦτʼ ἐκηρύχθη πόλει. Οἰδίπους ὦ Ζεῦ, τί μου δρᾶσαι βεβούλευσαι πέρι; Ἰοκάστη τί δʼ ἐστί σοι τοῦτʼ, Οἰδίπους, ἐνθύμιον; Οἰδίπους μήπω μʼ ἐρώτα· τὸν δὲ Λάϊον φύσιν τίνʼ ἦλθε φράζε, τίνα δʼ ἀκμὴν ἥβης ἔχων. Ἰοκάστη μέγας, χνοάζων ἄρτι λευκανθὲς κάρα, μορφῆς δὲ τῆς σῆς οὐκ ἀπεστάτει πολύ. Οἰδίπους οἴμοι τάλας· ἔοικʼ ἐμαυτὸν εἰς ἀρὰς δεινὰς προβάλλων ἀρτίως οὐκ εἰδέναι. Ἰοκάστη πῶς φῄς; ὀκνῶ τοι πρός σʼ ἀποσκοποῦσʼ, ἄναξ. Οἰδίπους δεινῶς ἀθυμῶ μὴ βλέπων ὁ μάντις ᾖ· δείξεις δὲ μᾶλλον, ἢν ἓν ἐξείπῃς ἔτι. Ἰοκάστη καὶ μὴν ὀκνῶ μέν, ἃ δʼ ἂν ἔρῃ μαθοῦσʼ ἐρῶ. Οἰδίπους πότερον ἐχώρει βαιὸς ἢ πολλοὺς ἔχων ἄνδρας λοχίτας, οἷʼ ἀνὴρ ἀρχηγέτης; Ἰοκάστη πέντʼ ἦσαν οἱ ξύμπαντες, ἐν δʼ αὐτοῖσιν ἦν . κῆρυξ· ἀπήνη δʼ ἦγε Λάϊον μία. Οἰδίπους αἰαῖ, τάδʼ ἤδη διαφανῆ. τίς ἦν ποτε ὁ τούσδε λέξας τοὺς λόγους ὑμῖν, γύναι; Ἰοκάστη οἰκεύς τις, ὅσπερ ἵκετʼ ἐκσωθεὶς μόνος. Οἰδίπους ἦ κἀν δόμοισι τυγχάνει τανῦν παρών; Ἰοκάστη οὐ δῆτʼ· ἀφʼ οὗ γὰρ κεῖθεν ἦλθε καὶ κράτη σέ τʼ εἶδʼ ἔχοντα Λάϊόν τʼ ὀλωλότα, ἐξικέτευσε τῆς ἐμῆς χειρὸς θιγὼν ἀγρούς σφε πέμψαι κἀπὶ ποιμνίων νομάς, ὡς πλεῖστον εἴη τοῦδʼ ἄποπτος ἄστεως. κἄπεμψʼ ἐγώ νιν· ἄξιος γὰρ οἷʼ ἀνὴρ δοῦλος φέρειν ἦν τῆσδε καὶ μείζω χάριν. Οἰδίπους πῶς ἂν μόλοι δῆθʼ ἡμὶν ἐν τάχει πάλιν; Ἰοκάστη πάρεστιν· ἀλλὰ πρὸς τί τοῦτʼ ἐφίεσαι; Οἰδίπους δέδοικʼ ἐμαυτόν, ὦ γύναι, μὴ πόλλʼ ἄγαν εἰρημένʼ ᾖ μοι διʼ ἅ νιν εἰσιδεῖν θέλω. Ἰοκάστη ἀλλʼ ἵξεται μέν· ἀξία δέ που μαθεῖν κἀγὼ τά γʼ ἐν σοὶ δυσφόρως ἔχοντʼ, ἄναξ. Οἰδίπους κοὐ μὴ στερηθῇς γʼ, ἐς τοσοῦτον ἐλπίδων ἐμοῦ βεβῶτος. τῷ γὰρ ἂν καὶ μείζονι λέξαιμʼ ἂν ἢ σοί, διὰ τύχης τοιᾶσδʼ ἰών; ἐμοὶ πατὴρ μὲν Πόλυβος ἦν Κορίνθιος, μήτηρ δὲ Μερόπη Δωρίς. ἠγόμην δʼ ἀνὴρ ἀστῶν μέγιστος τῶν ἐκεῖ, πρίν μοι τύχη τοιάδʼ ἐπέστη, θαυμάσαι μὲν ἀξία, σπουδῆς γε μέντοι τῆς ἐμῆς οὐκ ἀξία. ἀνὴρ γὰρ ἐν δείπνοις μʼ ὑπερπλησθεὶς μέθῃ καλεῖ παρʼ οἴνῳ, πλαστὸς ὡς εἴην πατρί. κἀγὼ βαρυνθεὶς τὴν μὲν οὖσαν ἡμέραν μόλις κατέσχον, θἀτέρᾳ δʼ ἰὼν πέλας μητρὸς πατρός τʼ ἤλεγχον· οἱ δὲ δυσφόρως τοὔνειδος ἦγον τῷ μεθέντι τὸν λόγον. κἀγὼ τὰ μὲν κείνοιν ἐτερπόμην, ὅμως δʼ ἔκνιζέ μʼ ἀεὶ τοῦθʼ· ὑφεῖρπε γὰρ πολύ. λάθρᾳ δὲ μητρὸς καὶ πατρὸς πορεύομαι Πυθώδε, καί μʼ ὁ Φοῖβος ὧν μὲν ἱκόμην ἄτιμον ἐξέπεμψεν, ἄλλα δʼ ἄθλια καὶ δεινὰ καὶ δύστηνα προύφηνεν λέγων, ὡς μητρὶ μὲν χρείη με μιχθῆναι, γένος δʼ ἄτλητον ἀνθρώποισι δηλώσοιμʼ ὁρᾶν, φονεὺς δʼ ἐσοίμην τοῦ φυτεύσαντος πατρός. κἀγὼ ʼπακούσας ταῦτα τὴν Κορινθίαν, ἄστροις τὸ λοιπὸν ἐκμετρούμενος, χθόνα ἔφευγον, ἔνθα μήποτʼ ὀψοίμην κακῶν χρησμῶν ὀνείδη τῶν ἐμῶν τελούμενα. στείχων δʼ ἱκνοῦμαι τούσδε τοὺς χώρους, ἐν οἷς σὺ τὸν τύραννον τοῦτον ὄλλυσθαι λέγεις. Οἰδίπους καί σοι, γύναι, τἀληθὲς ἐξερῶ. τριπλῆς ὅτʼ ἦ κελεύθου τῆσδʼ ὁδοιπορῶν πέλας,