τὸν ἐναγῆ φίλον μήποτʼ ἐν αἰτίᾳ σὺν ἀφανεῖ λόγῳ σʼ ἄτιμον βαλεῖν. Οἰδίπους εὖ νυν ἐπίστω, ταῦθʼ ὅταν ζητῇς, ἐμοὶ ζητῶν ὄλεθρον ἢ φυγὴν ἐκ τῆσδε γῆς. Χορός οὐ τὸν πάντων θεῶν θεὸν πρόμον Ἅλιον· ἐπεὶ ἄθεος ἄφιλος ὅ τι πύματον ὀλοίμαν, φρόνησιν εἰ τάνδʼ ἔχω. ἀλλά μοι δυσμόρῳ γᾶ φθινὰς τρύχει ψυχάν, τάδʼ εἰ κακοῖς κακὰ προσάψει τοῖς πάλαι τὰ πρὸς σφῷν. Οἰδίπους ὁ δʼ οὖν ἴτω, κεἰ χρή με παντελῶς θανεῖν ἢ γῆς ἄτιμον τῆσδʼ ἀπωσθῆναι βίᾳ. τὸ γὰρ σόν, οὐ τὸ τοῦδʼ, ἐποικτίρω στόμα ἐλεινόν· οὗτος δʼ ἔνθʼ ἂν ᾖ στυγήσεται. Κρέων στυγνὸς μὲν εἴκων δῆλος εἶ, βαρὺς δʼ, ὅταν θυμοῦ περάσῃς· αἱ δὲ τοιαῦται φύσεις αὑταῖς δικαίως εἰσὶν ἄλγισται φέρειν. Οἰδίπους οὔκουν μʼ ἐάσεις κἀκτὸς εἶ; Κρέων πορεύσομαι, σοῦ μὲν τυχὼν ἀγνῶτος, ἐν δὲ τοῖσδʼ ἴσος. Χορός γύναι, τί μέλλεις κομίζειν δόμων τόνδʼ ἔσω; Ἰοκάστη μαθοῦσά γʼ ἥτις ἡ τύχη. Χορός δόκησις ἀγνὼς λόγων ἦλθε, δάπτει δὲ καὶ τὸ μὴ ʼνʼδικον. Ἰοκάστη ἀμφοῖν ἀπʼ αὐτοῖν; Χορός ναίχι. Ἰοκάστη καὶ τίς ἦν λόγος; Χορός ἅλις ἔμοιγʼ, ἅλις, γᾶς προπονουμένας, φαίνεται ἔνθʼ ἔληξεν αὐτοῦ μένειν. Οἰδίπους ὁρᾷς ἵνʼ ἥκεις, ἀγαθὸς ὢν γνώμην ἀνήρ, τοὐμὸν παριεὶς καὶ καταμβλύνων κέαρ;