ἢ γῆς ἀπῶσαι πατρίδος ἢ κτεῖναι λαβών. Οἰδίπους ξύμφημι· δρῶντα γάρ νιν, ὦ γύναι, κακῶς εἴληφα τοὐμὸν σῶμα σὺν τέχνῃ κακῇ. Κρέων μή νυν ὀναίμην, ἀλλʼ ἀραῖος, εἴ σέ τι δέδρακʼ, ὀλοίμην, ὧν ἐπαιτιᾷ με δρᾶν. Ἰοκάστη ὦ πρὸς θεῶν πίστευσον, Οἰδίπους, τάδε, μάλιστα μὲν τόνδʼ ὅρκον αἰδεσθεὶς θεῶν, ἔπειτα κἀμὲ τούσδε θʼ οἳ πάρεισί σοι. Χορός πιθοῦ θελήσας φρονήσας τʼ, ἄναξ, λίσσομαι. Οἰδίπους τί σοι θέλεις δῆτʼ εἰκάθω; Χορός τὸν οὔτε πρὶν νήπιον νῦν τʼ ἐν ὅρκῳ μέγαν καταίδεσαι. Οἰδίπους οἶσθʼ οὖν ἃ χρῄζεις; Χορός οἶδα. Οἰδίπους φράζε δὴ τί φής. Χορός τὸν ἐναγῆ φίλον μήποτʼ ἐν αἰτίᾳ σὺν ἀφανεῖ λόγῳ σʼ ἄτιμον βαλεῖν. Οἰδίπους εὖ νυν ἐπίστω, ταῦθʼ ὅταν ζητῇς, ἐμοὶ ζητῶν ὄλεθρον ἢ φυγὴν ἐκ τῆσδε γῆς. Χορός οὐ τὸν πάντων θεῶν θεὸν πρόμον Ἅλιον· ἐπεὶ ἄθεος ἄφιλος ὅ τι πύματον ὀλοίμαν, φρόνησιν εἰ τάνδʼ ἔχω. ἀλλά μοι δυσμόρῳ γᾶ φθινὰς τρύχει ψυχάν, τάδʼ εἰ κακοῖς κακὰ προσάψει τοῖς πάλαι τὰ πρὸς σφῷν. Οἰδίπους ὁ δʼ οὖν ἴτω, κεἰ χρή με παντελῶς θανεῖν ἢ γῆς ἄτιμον τῆσδʼ ἀπωσθῆναι βίᾳ. τὸ γὰρ σόν, οὐ τὸ τοῦδʼ, ἐποικτίρω στόμα ἐλεινόν· οὗτος δʼ ἔνθʼ ἂν ᾖ στυγήσεται. Κρέων στυγνὸς μὲν εἴκων δῆλος εἶ, βαρὺς δʼ, ὅταν θυμοῦ περάσῃς· αἱ δὲ τοιαῦται φύσεις αὑταῖς δικαίως εἰσὶν ἄλγισται φέρειν. Οἰδίπους οὔκουν μʼ ἐάσεις κἀκτὸς εἶ; Κρέων πορεύσομαι, σοῦ μὲν τυχὼν ἀγνῶτος, ἐν δὲ τοῖσδʼ ἴσος. Χορός γύναι, τί μέλλεις κομίζειν δόμων τόνδʼ ἔσω; Ἰοκάστη μαθοῦσά γʼ ἥτις ἡ τύχη. Χορός δόκησις ἀγνὼς λόγων ἦλθε, δάπτει δὲ καὶ τὸ μὴ ʼνʼδικον. Ἰοκάστη ἀμφοῖν ἀπʼ αὐτοῖν; Χορός ναίχι. Ἰοκάστη καὶ τίς ἦν λόγος; Χορός ἅλις ἔμοιγʼ, ἅλις, γᾶς προπονουμένας, φαίνεται ἔνθʼ ἔληξεν αὐτοῦ μένειν. Οἰδίπους ὁρᾷς ἵνʼ ἥκεις, ἀγαθὸς ὢν γνώμην ἀνήρ, τοὐμὸν παριεὶς καὶ καταμβλύνων κέαρ; Χορός ὦναξ, εἶπον μὲν οὐχ ἅπαξ μόνον, ἴσθι δὲ παραφρόνιμον, ἄπορον ἐπὶ φρόνιμα πεφάνθαι μʼ ἄν, εἴ σʼ ἐνοσφιζόμαν, ὅς τʼ ἐμὰν γᾶν φίλαν ἐν πόνοις ἀλύουσαν κατʼ ὀρθὸν οὔρισας, τανῦν τʼ εὔπομπος, ἂν γένοιο. Ἰοκάστη πρὸς θεῶν δίδαξον κἄμʼ, ἄναξ, ὅτου ποτὲ μῆνιν τοσήνδε πράγματος στήσας ἔχεις. Οἰδίπους ἐρῶ· σὲ γὰρ τῶνδʼ ἐς πλέον, γύναι, σέβω· Κρέοντος, οἷά μοι βεβουλευκὼς ἔχει. Ἰοκάστη λέγʼ, εἰ σαφῶς τὸ νεῖκος ἐγκαλῶν ἐρεῖς. Οἰδίπους φονέα με φησὶ Λαΐου καθεστάναι. Ἰοκάστη αὐτὸς ξυνειδὼς ἢ μαθὼν ἄλλου πάρα; Οἰδίπους μάντιν μὲν οὖν κακοῦργον εἰσπέμψας, ἐπεὶ τό γʼ εἰς ἑαυτὸν πᾶν ἐλευθεροῖ στόμα. Ἰοκάστη σύ νυν ἀφεὶς σεαυτὸν ὧν λέγεις πέρι ἐμοῦ ʼπάκουσον, καὶ μάθʼ οὕνεκʼ ἐστί σοι βρότειον οὐδὲν μαντικῆς ἔχον τέχνης. φανῶ δέ σοι σημεῖα τῶνδε σύντομα. χρησμὸς γὰρ ἦλθε Λαΐῳ ποτʼ, οὐκ ἐρῶ Φοίβου γʼ ἄπʼ αὐτοῦ, τῶν δʼ ὑπηρετῶν ἄπο, ὡς αὐτὸν ἕξοι μοῖρα πρὸς παιδὸς θανεῖν, ὅστις γένοιτʼ ἐμοῦ τε κἀκείνου πάρα. καὶ τὸν μέν, ὥσπερ γʼ ἡ φάτις, ξένοι ποτὲ λῃσταὶ φονεύουσʼ ἐν τριπλαῖς ἁμαξιτοῖς· παιδὸς δὲ βλάστας οὐ διέσχον ἡμέραι τρεῖς, καί νιν ἄρθρα κεῖνος ἐνζεύξας ποδοῖν ἔρριψεν ἄλλων χερσὶν ἄβατον εἰς ὄρος. κἀνταῦθʼ Ἀπόλλων οὔτʼ ἐκεῖνον ἤνυσεν φονέα γενέσθαι πατρὸς οὔτε Λάϊον τὸ δεινὸν οὑφοβεῖτο πρὸς παιδὸς θανεῖν. τοιαῦτα φῆμαι μαντικαὶ διώρισαν, ὧν ἐντρέπου σὺ μηδέν· ὧν γὰρ ἂν θεὸς