οὐκ ἂν γένοιτο νοῦς κακὸς καλῶς φρονῶν. ἀλλʼ οὔτʼ ἐραστὴς τῆσδε τῆς γνώμης ἔφυν οὔτʼ ἂν μετʼ ἄλλου δρῶντος ἂν τλαίην ποτέ. καὶ τῶνδʼ ἔλεγχον τοῦτο μὲν Πυθώδʼ ἰὼν πεύθου τὰ χρησθέντʼ εἰ σαφῶς ἤγγειλά σοι· τοῦτʼ ἄλλʼ, ἐάν με τῷ τερασκόπῳ λάβῃς κοινῇ τι βουλεύσαντα, μή μʼ ἁπλῇ κτάνῃς ψήφῳ, διπλῇ δέ, τῇ τʼ ἐμῇ καὶ σῇ, λαβών· γνώμῃ δʼ ἀδήλῳ μή με χωρὶς αἰτιῶ. οὐ γὰρ δίκαιον οὔτε τοὺς κακοὺς μάτην χρηστοὺς νομίζειν οὔτε τοὺς χρηστοὺς κακούς. φίλον γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγω καὶ τὸν παρʼ αὑτῷ βίοτον, ὃν πλεῖστον, φιλεῖ. ἀλλʼ ἐν χρόνῳ γνώσει τάδʼ ἀσφαλῶς, ἐπεὶ χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος· κακὸν δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ. Χορός καλῶς ἔλεξεν εὐλαβουμένῳ πεσεῖν, ἄναξ· φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς. Οἰδίπους ὅταν ταχύς τις οὑπιβουλεύων λάθρᾳ χωρῇ, ταχὺν δεῖ κἀμὲ βουλεύειν πάλιν· εἰ δʼ ἡσυχάζων προσμενῶ, τὰ τοῦδε μὲν πεπραγμένʼ ἔσται, τἀμὰ δʼ ἡμαρτημένα. Κρέων τί δῆτα χρῄζεις; ἦ με γῆς ἔξω βαλεῖν; Οἰδίπους ἥκιστα· θνῄσκειν, οὐ φυγεῖν σε βούλομαι. ὡς ἂν προδείξῃς οἷόν ἐστι τὸ φθονεῖν. Κρέων ὡς οὐχ ὑπείξων οὐδὲ πιστεύσων λέγεις; Οἰδίπους Κρέων οὐ γὰρ φρονοῦντά σʼ εὖ βλέπω. Οἰδίπους τὸ γοῦν ἐμόν. Κρέων ἀλλʼ ἐξ ἴσου δεῖ κἀμόν.