τοσόνδε γʼ οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν. Κρέων ποῖον τόδʼ; εἰ γὰρ οἶδά γʼ, οὐκ ἀρνήσομαι. Οἰδίπους ὁθούνεκʼ, εἰ μὴ σοὶ ξυνῆλθε, τάσδʼ ἐμὰς οὐκ ἄν ποτʼ εἶπε Λαΐου διαφθοράς. Κρέων εἰ μὲν λέγει τάδʼ, αὐτὸς οἶσθʼ· ἐγὼ δὲ σοῦ μαθεῖν δικαιῶ ταὔθʼ ἅπερ κἀμοῦ σὺ νῦν. Οἰδίπους ἐκμάνθανʼ· οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι. Κρέων τί δῆτʼ; ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις; Οἰδίπους ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς. Κρέων ἄρχεις δʼ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων; Οἰδίπους ἃν ᾖ θέλουσα πάντʼ ἐμοῦ κομίζεται. Κρέων οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος; Οἰδίπους ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνει φίλος. Κρέων οὔκ, εἰ διδοίης γʼ ὡς ἐγὼ σαυτῷ λόγον. σκέψαι δὲ τοῦτο πρῶτον, εἴ τινʼ ἂν δοκεῖς ἄρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον ἢ ἄτρεστον εὕδοντʼ, εἰ τά γʼ αὔθʼ ἕξει κράτη. ἐγὼ μὲν οὖν οὔτʼ αὐτὸς ἱμείρων ἔφυν τύραννος εἶναι μᾶλλον ἢ τύραννα δρᾶν, οὔτʼ ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται. νῦν μὲν γὰρ ἐκ σοῦ πάντʼ ἄνευ φόβου φέρω, εἰ δʼ αὐτὸς ἦρχον, πολλὰ κἂν ἄκων ἔδρων. πῶς δῆτʼ ἐμοὶ τυραννὶς ἡδίων ἔχειν ἀρχῆς ἀλύπου καὶ δυναστείας ἔφυ; οὔπω τοσοῦτον ἠπατημένος κυρῶ ὥστʼ ἄλλα χρῄζειν ἢ τὰ σὺν κέρδει καλά. νῦν πᾶσι χαίρω, νῦν με πᾶς ἀσπάζεται, νῦν οἱ σέθεν χρῄζοντες ἐκκαλοῦσί με· τὸ γὰρ τυχεῖν αὐτοῖσι πᾶν ἐνταῦθʼ ἔνι. πῶς δῆτʼ ἐγὼ κεῖνʼ ἂν λάβοιμʼ ἀφεὶς τάδε;