οὐκ οἶδʼ· ἐφʼ οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ. Οἰδίπους τοσόνδε γʼ οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν. Κρέων ποῖον τόδʼ; εἰ γὰρ οἶδά γʼ, οὐκ ἀρνήσομαι. Οἰδίπους ὁθούνεκʼ, εἰ μὴ σοὶ ξυνῆλθε, τάσδʼ ἐμὰς οὐκ ἄν ποτʼ εἶπε Λαΐου διαφθοράς. Κρέων εἰ μὲν λέγει τάδʼ, αὐτὸς οἶσθʼ· ἐγὼ δὲ σοῦ μαθεῖν δικαιῶ ταὔθʼ ἅπερ κἀμοῦ σὺ νῦν. Οἰδίπους ἐκμάνθανʼ· οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι. Κρέων τί δῆτʼ; ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις; Οἰδίπους ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς. Κρέων ἄρχεις δʼ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων; Οἰδίπους ἃν ᾖ θέλουσα πάντʼ ἐμοῦ κομίζεται. Κρέων οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος; Οἰδίπους ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνει φίλος. Κρέων οὔκ, εἰ διδοίης γʼ ὡς ἐγὼ σαυτῷ λόγον. σκέψαι δὲ τοῦτο πρῶτον, εἴ τινʼ ἂν δοκεῖς ἄρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον ἢ ἄτρεστον εὕδοντʼ, εἰ τά γʼ αὔθʼ ἕξει κράτη. ἐγὼ μὲν οὖν οὔτʼ αὐτὸς ἱμείρων ἔφυν τύραννος εἶναι μᾶλλον ἢ τύραννα δρᾶν, οὔτʼ ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται. νῦν μὲν γὰρ ἐκ σοῦ πάντʼ ἄνευ φόβου φέρω, εἰ δʼ αὐτὸς ἦρχον, πολλὰ κἂν ἄκων ἔδρων. πῶς δῆτʼ ἐμοὶ τυραννὶς ἡδίων ἔχειν ἀρχῆς ἀλύπου καὶ δυναστείας ἔφυ; οὔπω τοσοῦτον ἠπατημένος κυρῶ ὥστʼ ἄλλα χρῄζειν ἢ τὰ σὺν κέρδει καλά. νῦν πᾶσι χαίρω, νῦν με πᾶς ἀσπάζεται, νῦν οἱ σέθεν χρῄζοντες ἐκκαλοῦσί με· τὸ γὰρ τυχεῖν αὐτοῖσι πᾶν ἐνταῦθʼ ἔνι. πῶς δῆτʼ ἐγὼ κεῖνʼ ἂν λάβοιμʼ ἀφεὶς τάδε; οὐκ ἂν γένοιτο νοῦς κακὸς καλῶς φρονῶν. ἀλλʼ οὔτʼ ἐραστὴς τῆσδε τῆς γνώμης ἔφυν οὔτʼ ἂν μετʼ ἄλλου δρῶντος ἂν τλαίην ποτέ. καὶ τῶνδʼ ἔλεγχον τοῦτο μὲν Πυθώδʼ ἰὼν πεύθου τὰ χρησθέντʼ εἰ σαφῶς ἤγγειλά σοι· τοῦτʼ ἄλλʼ, ἐάν με τῷ τερασκόπῳ λάβῃς κοινῇ τι βουλεύσαντα, μή μʼ ἁπλῇ κτάνῃς ψήφῳ, διπλῇ δέ, τῇ τʼ ἐμῇ καὶ σῇ, λαβών· γνώμῃ δʼ ἀδήλῳ μή με χωρὶς αἰτιῶ. οὐ γὰρ δίκαιον οὔτε τοὺς κακοὺς μάτην χρηστοὺς νομίζειν οὔτε τοὺς χρηστοὺς κακούς. φίλον γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγω καὶ τὸν παρʼ αὑτῷ βίοτον, ὃν πλεῖστον, φιλεῖ. ἀλλʼ ἐν χρόνῳ γνώσει τάδʼ ἀσφαλῶς, ἐπεὶ χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος· κακὸν δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ. Χορός καλῶς ἔλεξεν εὐλαβουμένῳ πεσεῖν, ἄναξ· φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς. Οἰδίπους ὅταν ταχύς τις οὑπιβουλεύων λάθρᾳ χωρῇ, ταχὺν δεῖ κἀμὲ βουλεύειν πάλιν· εἰ δʼ ἡσυχάζων προσμενῶ, τὰ τοῦδε μὲν πεπραγμένʼ ἔσται, τἀμὰ δʼ ἡμαρτημένα. Κρέων τί δῆτα χρῄζεις; ἦ με γῆς ἔξω βαλεῖν; Οἰδίπους ἥκιστα· θνῄσκειν, οὐ φυγεῖν σε βούλομαι. ὡς ἂν προδείξῃς οἷόν ἐστι τὸ φθονεῖν. Κρέων ὡς οὐχ ὑπείξων οὐδὲ πιστεύσων λέγεις; Οἰδίπους Κρέων οὐ γὰρ φρονοῦντά σʼ εὖ βλέπω. Οἰδίπους τὸ γοῦν ἐμόν. Κρέων ἀλλʼ ἐξ ἴσου δεῖ κἀμόν. Οἰδίπους ἀλλʼ ἔφυς κακός. Κρέων εἰ δὲ ξυνίης μηδέν; Οἰδίπους ἀρκτέον γʼ ὅμως. Κρέων οὔτοι κακῶς γʼ ἄρχοντος. Οἰδίπους ὦ πόλις πόλις. Κρέων κἀμοὶ πόλεως μέτεστιν, οὐχί σοι μόνῳ. Χορός παύσασθʼ, ἄνακτες· καιρίαν δʼ ὑμῖν ὁρῶ τήνδʼ ἐκ δόμων στείχουσαν Ἰοκάστην, μεθʼ ἧς τὸ νῦν παρεστὸς νεῖκος εὖ θέσθαι χρεών. Ἰοκάστη τί τὴν ἄβουλον, ὦ ταλαίπωροι, στάσιν γλώσσης ἐπήρασθʼ οὐδʼ ἐπαισχύνεσθε γῆς οὕτω νοσούσης ἴδια κινοῦντες κακά; οὐκ εἶ σύ τʼ οἴκους σύ τε, Κρέων, κατὰ στέγας, καὶ μὴ τὸ μηδὲν ἄλγος εἰς μέγʼ οἴσετε; Κρέων ὅμαιμε, δεινά μʼ Οἰδίπους ὁ σὸς πόσις δρᾶσαι δικαιοῖ δυοῖν ἀποκρίνας κακοῖν