ἆρʼ οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου, ἄνευ τε πλήθους καὶ φίλων τυραννίδα θηρᾶν, ὃ πλήθει χρήμασίν θʼ ἁλίσκεται; Κρέων οἶσθʼ ὡς πόησον; ἀντὶ τῶν εἰρημένων ἴσʼ ἀντάκουσον, κᾆτα κρῖνʼ αὐτὸς μαθών. Οἰδίπους λέγειν σὺ δεινός, μανθάνειν δʼ ἐγὼ κακὸς σοῦ· δυσμενῆ γὰρ καὶ βαρύν σʼ ηὕρηκʼ ἐμοί. Κρέων τοῦτʼ αὐτὸ νῦν μου πρῶτʼ ἄκουσον ὡς ἐρῶ. Οἰδίπους τοῦτʼ αὐτὸ μή μοι φράζʼ, ὅπως οὐκ εἶ κακός. Κρέων εἴ τοι νομίζεις κτῆμα τὴν αὐθαδίαν εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς. Οἰδίπους εἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶς δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς. Κρέων ξύμφημί σοι ταῦτʼ ἔνδικʼ εἰρῆσθαι· τὸ δὲ πάθημʼ ὁποῖον φὴς παθεῖν, δίδασκέ με. Οἰδίπους ἔπειθες ἢ οὐκ ἔπειθες, ὡς χρείη μʼ ἐπὶ τὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα; Κρέων καὶ νῦν ἔθʼ αὑτός εἰμι τῷ βουλεύματι. Οἰδίπους πόσον τινʼ ἤδη δῆθʼ ὁ Λάϊος χρόνον Κρέων δέδρακε ποῖον ἔργον; οὐ γὰρ ἐννοῶ. Οἰδίπους ἄφαντος ἔρρει θανασίμῳ χειρώματι; Κρέων μακροὶ παλαιοί τʼ ἂν μετρηθεῖεν χρόνοι. Οἰδίπους τότʼ οὖν ὁ μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ; Κρέων σοφός γʼ ὁμοίως κἀξ ἴσου τιμώμενος. Οἰδίπους ἐμνήσατʼ οὖν ἐμοῦ τι τῷ τότʼ ἐν χρόνῳ; Κρέων οὔκουν ἐμοῦ γʼ ἑστῶτος οὐδαμοῦ πέλας. Οἰδίπους ἀλλʼ οὐκ ἔρευναν τοῦ κτανόντος ἔσχετε; Κρέων παρέσχομεν, πῶς δʼ οὐχί; κοὐκ ἠκούσαμεν. Οἰδίπους πῶς οὖν τόθʼ οὗτος ὁ σοφὸς οὐκ ηὔδα τάδε; Κρέων οὐκ οἶδʼ· ἐφʼ οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ.