φανερὰ γὰρ ἐπʼ αὐτῷ, πτερόεσσʼ ἦλθε κόρα ποτέ, καὶ σοφὸς ὤφθη βασάνῳ θʼ ἁδύπολις τῷ ἀπʼ ἐμᾶς φρενὸς οὔποτʼ ὀφλήσει κακίαν. Κρέων ἄνδρες πολῖται, δείνʼ ἔπη πεπυσμένος κατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν, πάρειμʼ ἀτλητῶν. εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς ταῖς νῦν νομίζει πρός γʼ ἐμοῦ πεπονθέναι λόγοισιν εἴτʼ ἔργοισιν εἰς βλάβην φέρον, οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος, φέροντι τήνδε βάξιν. οὐ γὰρ εἰς ἁπλοῦν ἡ ζημία μοι τοῦ λόγου τούτου φέρει, ἀλλʼ ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει, κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι. Χορός ἀλλʼ ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχʼ ἂν ὀργῇ βιασθὲν μᾶλλον ἢ γνώμῃ φρενῶν. Κρέων τοὔπος δʼ ἐφάνθη, ταῖς ἐμαῖς γνώμαις ὅτι πεισθεὶς ὁ μάντις τοὺς λόγους ψευδεῖς λέγοι; Χορός ηὐδᾶτο μὲν τάδʼ, οἶδα δʼ οὐ γνώμῃ τίνι. Κρέων ἐξ ὀμμάτων δʼ ὀρθῶν τε κἀξ ὀρθῆς φρενὸς κατηγορεῖτο τοὐπίκλημα τοῦτό μου; Χορός οὐκ οἶδʼ· ἃ γὰρ δρῶσʼ, οἱ κρατοῦντες οὐχ ὁρῶ. αὐτὸς δʼ ὅδʼ ἤδη δωμάτων ἔξω περᾷ. Οἰδίπους οὗτος σύ, πῶς δεῦρʼ ἦλθες; ἦ τοσόνδʼ ἔχεις τόλμης πρόσωπον ὥστε τὰς ἐμὰς στέγας ἵκου, φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶς λῃστής τʼ ἐναργὴς τῆς ἐμῆς τυραννίδος; φέρʼ εἰπὲ πρὸς θεῶν, δειλίαν ἢ μωρίαν ἰδών τινʼ ἔν μοι ταῦτʼ ἐβουλεύσω ποεῖν; ἢ τοὔργον ὡς οὐ γνωριοῖμί σου τόδε δόλῳ προσέρπον ἢ οὐκ ἀλεξοίμην μαθών;