πέτρας ἰσόταυρος μέλεος μελέῳ ποδὶ χηρεύων, τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων μαντεῖα· τὰ δʼ ἀεὶ ζῶντα περιποτᾶται. Χορός δεινὰ μὲν οὖν, δεινὰ ταράσσει σοφὸς οἰωνοθέτας οὔτε δοκοῦντʼ οὔτʼ ἀποφάσκονθʼ· ὅ τι λέξω δʼ ἀπορῶ. πέτομαι δʼ ἐλπίσιν οὔτʼ, ἐνθάδʼ ὁρῶν οὔτʼ ὀπίσω. τί γὰρ ἢ Λαβδακίδαις ἢ τῷ Πολύβου νεῖκος ἔκειτʼ, οὔτε πάροιθέν ποτʼ ἔγωγʼ ἔμαθον, πρὸς ὅτου δὴ βασανίζων βασάνῳ ἐπὶ τὰν ἐπίδαμον φάτιν εἶμʼ Οἰδιπόδα Λαβδακίδαις ἐπίκουρος ἀδήλων θανάτων. Χορός ἀλλʼ ὁ μὲν οὖν Ζεὺς ὅ τʼ Ἀπόλλων ξυνετοὶ καὶ τὰ βροτῶν εἰδότες· ἀνδρῶν δʼ ὅτι μάντις πλέον ἢ ʼγὼ φέρεται, κρίσις οὔκ ἔστιν ἀλαθής· σοφίᾳ δʼ ἂν σοφίαν παραμείψειεν ἀνήρ. ἀλλʼ οὔποτʼ ἔγωγʼ ἄν, πρὶν ἴδοιμʼ ὀρθὸν ἔπος, μεμφομένων ἂν καταφαίην. φανερὰ γὰρ ἐπʼ αὐτῷ, πτερόεσσʼ ἦλθε κόρα ποτέ, καὶ σοφὸς ὤφθη βασάνῳ θʼ ἁδύπολις τῷ ἀπʼ ἐμᾶς φρενὸς οὔποτʼ ὀφλήσει κακίαν. Κρέων ἄνδρες πολῖται, δείνʼ ἔπη πεπυσμένος κατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν, πάρειμʼ ἀτλητῶν. εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς ταῖς νῦν νομίζει πρός γʼ ἐμοῦ πεπονθέναι λόγοισιν εἴτʼ ἔργοισιν εἰς βλάβην φέρον, οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος, φέροντι τήνδε βάξιν. οὐ γὰρ εἰς ἁπλοῦν ἡ ζημία μοι τοῦ λόγου τούτου φέρει, ἀλλʼ ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει, κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι. Χορός ἀλλʼ ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχʼ ἂν ὀργῇ βιασθὲν μᾶλλον ἢ γνώμῃ φρενῶν. Κρέων τοὔπος δʼ ἐφάνθη, ταῖς ἐμαῖς γνώμαις ὅτι πεισθεὶς ὁ μάντις τοὺς λόγους ψευδεῖς λέγοι; Χορός ηὐδᾶτο μὲν τάδʼ, οἶδα δʼ οὐ γνώμῃ τίνι. Κρέων ἐξ ὀμμάτων δʼ ὀρθῶν τε κἀξ ὀρθῆς φρενὸς κατηγορεῖτο τοὐπίκλημα τοῦτό μου; Χορός οὐκ οἶδʼ· ἃ γὰρ δρῶσʼ, οἱ κρατοῦντες οὐχ ὁρῶ. αὐτὸς δʼ ὅδʼ ἤδη δωμάτων ἔξω περᾷ. Οἰδίπους οὗτος σύ, πῶς δεῦρʼ ἦλθες; ἦ τοσόνδʼ ἔχεις τόλμης πρόσωπον ὥστε τὰς ἐμὰς στέγας ἵκου, φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶς λῃστής τʼ ἐναργὴς τῆς ἐμῆς τυραννίδος; φέρʼ εἰπὲ πρὸς θεῶν, δειλίαν ἢ μωρίαν ἰδών τινʼ ἔν μοι ταῦτʼ ἐβουλεύσω ποεῖν; ἢ τοὔργον ὡς οὐ γνωριοῖμί σου τόδε δόλῳ προσέρπον ἢ οὐκ ἀλεξοίμην μαθών; ἆρʼ οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου, ἄνευ τε πλήθους καὶ φίλων τυραννίδα θηρᾶν, ὃ πλήθει χρήμασίν θʼ ἁλίσκεται; Κρέων οἶσθʼ ὡς πόησον; ἀντὶ τῶν εἰρημένων ἴσʼ ἀντάκουσον, κᾆτα κρῖνʼ αὐτὸς μαθών. Οἰδίπους λέγειν σὺ δεινός, μανθάνειν δʼ ἐγὼ κακὸς σοῦ· δυσμενῆ γὰρ καὶ βαρύν σʼ ηὕρηκʼ ἐμοί. Κρέων τοῦτʼ αὐτὸ νῦν μου πρῶτʼ ἄκουσον ὡς ἐρῶ. Οἰδίπους τοῦτʼ αὐτὸ μή μοι φράζʼ, ὅπως οὐκ εἶ κακός. Κρέων εἴ τοι νομίζεις κτῆμα τὴν αὐθαδίαν εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς. Οἰδίπους εἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶς δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς. Κρέων ξύμφημί σοι ταῦτʼ ἔνδικʼ εἰρῆσθαι· τὸ δὲ πάθημʼ ὁποῖον φὴς παθεῖν, δίδασκέ με. Οἰδίπους ἔπειθες ἢ οὐκ ἔπειθες, ὡς χρείη μʼ ἐπὶ τὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα; Κρέων καὶ νῦν ἔθʼ αὑτός εἰμι τῷ βουλεύματι. Οἰδίπους πόσον τινʼ ἤδη δῆθʼ ὁ Λάϊος χρόνον Κρέων δέδρακε ποῖον ἔργον; οὐ γὰρ ἐννοῶ. Οἰδίπους ἄφαντος ἔρρει θανασίμῳ χειρώματι; Κρέων μακροὶ παλαιοί τʼ ἂν μετρηθεῖεν χρόνοι. Οἰδίπους τότʼ οὖν ὁ μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ; Κρέων σοφός γʼ ὁμοίως κἀξ ἴσου τιμώμενος. Οἰδίπους ἐμνήσατʼ οὖν ἐμοῦ τι τῷ τότʼ ἐν χρόνῳ; Κρέων οὔκουν ἐμοῦ γʼ ἑστῶτος οὐδαμοῦ πέλας. Οἰδίπους ἀλλʼ οὐκ ἔρευναν τοῦ κτανόντος ἔσχετε; Κρέων παρέσχομεν, πῶς δʼ οὐχί; κοὐκ ἠκούσαμεν. Οἰδίπους πῶς οὖν τόθʼ οὗτος ὁ σοφὸς οὐκ ηὔδα τάδε;