ἄρρητʼ ἀρρήτων τελέσαντα φοινίαισι χερσίν; ὥρα νιν ἀελλάδων ἵππων σθεναρώτερον φυγᾷ πόδα νωμᾶν. ἔνοπλος γὰρ ἐπʼ αὐτὸν ἐπενθρῴσκει πυρὶ καὶ στεροπαῖς ὁ Διὸς γενέτας, δειναὶ δʼ ἅμʼ ἕπονται κῆρες ἀναπλάκητοι Χορός ἔλαμψε γὰρ τοῦ νιφόεντος ἀρτίως φανεῖσα φάμα Παρνασοῦ τὸν ἄδηλον ἄνδρα πάντʼ ἰχνεύειν. φοιτᾷ γὰρ ὑπʼ ἀγρίαν ὕλαν ἀνά τʼ ἄντρα καὶ πέτρας ἰσόταυρος μέλεος μελέῳ ποδὶ χηρεύων, τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων μαντεῖα· τὰ δʼ ἀεὶ ζῶντα περιποτᾶται. Χορός δεινὰ μὲν οὖν, δεινὰ ταράσσει σοφὸς οἰωνοθέτας οὔτε δοκοῦντʼ οὔτʼ ἀποφάσκονθʼ· ὅ τι λέξω δʼ ἀπορῶ. πέτομαι δʼ ἐλπίσιν οὔτʼ, ἐνθάδʼ ὁρῶν οὔτʼ ὀπίσω. τί γὰρ ἢ Λαβδακίδαις ἢ τῷ Πολύβου νεῖκος ἔκειτʼ, οὔτε πάροιθέν ποτʼ ἔγωγʼ ἔμαθον, πρὸς ὅτου δὴ βασανίζων βασάνῳ ἐπὶ τὰν ἐπίδαμον φάτιν εἶμʼ Οἰδιπόδα Λαβδακίδαις ἐπίκουρος ἀδήλων θανάτων. Χορός ἀλλʼ ὁ μὲν οὖν Ζεὺς ὅ τʼ Ἀπόλλων ξυνετοὶ καὶ τὰ βροτῶν εἰδότες· ἀνδρῶν δʼ ὅτι μάντις πλέον ἢ ʼγὼ φέρεται, κρίσις οὔκ ἔστιν ἀλαθής· σοφίᾳ δʼ ἂν σοφίαν παραμείψειεν ἀνήρ. ἀλλʼ οὔποτʼ ἔγωγʼ ἄν, πρὶν ἴδοιμʼ ὀρθὸν ἔπος, μεμφομένων ἂν καταφαίην. φανερὰ γὰρ ἐπʼ αὐτῷ, πτερόεσσʼ ἦλθε κόρα ποτέ, καὶ σοφὸς ὤφθη βασάνῳ θʼ ἁδύπολις τῷ ἀπʼ ἐμᾶς φρενὸς οὔποτʼ ὀφλήσει κακίαν. Κρέων ἄνδρες πολῖται, δείνʼ ἔπη πεπυσμένος κατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν, πάρειμʼ ἀτλητῶν. εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς ταῖς νῦν νομίζει πρός γʼ ἐμοῦ πεπονθέναι λόγοισιν εἴτʼ ἔργοισιν εἰς βλάβην φέρον, οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος, φέροντι τήνδε βάξιν. οὐ γὰρ εἰς ἁπλοῦν ἡ ζημία μοι τοῦ λόγου τούτου φέρει, ἀλλʼ ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει, κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι. Χορός ἀλλʼ ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχʼ ἂν ὀργῇ βιασθὲν μᾶλλον ἢ γνώμῃ φρενῶν. Κρέων τοὔπος δʼ ἐφάνθη, ταῖς ἐμαῖς γνώμαις ὅτι πεισθεὶς ὁ μάντις τοὺς λόγους ψευδεῖς λέγοι; Χορός ηὐδᾶτο μὲν τάδʼ, οἶδα δʼ οὐ γνώμῃ τίνι. Κρέων ἐξ ὀμμάτων δʼ ὀρθῶν τε κἀξ ὀρθῆς φρενὸς κατηγορεῖτο τοὐπίκλημα τοῦτό μου; Χορός οὐκ οἶδʼ· ἃ γὰρ δρῶσʼ, οἱ κρατοῦντες οὐχ ὁρῶ. αὐτὸς δʼ ὅδʼ ἤδη δωμάτων ἔξω περᾷ. Οἰδίπους οὗτος σύ, πῶς δεῦρʼ ἦλθες; ἦ τοσόνδʼ ἔχεις τόλμης πρόσωπον ὥστε τὰς ἐμὰς στέγας ἵκου, φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶς λῃστής τʼ ἐναργὴς τῆς ἐμῆς τυραννίδος; φέρʼ εἰπὲ πρὸς θεῶν, δειλίαν ἢ μωρίαν ἰδών τινʼ ἔν μοι ταῦτʼ ἐβουλεύσω ποεῖν; ἢ τοὔργον ὡς οὐ γνωριοῖμί σου τόδε δόλῳ προσέρπον ἢ οὐκ ἀλεξοίμην μαθών; ἆρʼ οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου, ἄνευ τε πλήθους καὶ φίλων τυραννίδα θηρᾶν, ὃ πλήθει χρήμασίν θʼ ἁλίσκεται; Κρέων οἶσθʼ ὡς πόησον; ἀντὶ τῶν εἰρημένων ἴσʼ ἀντάκουσον, κᾆτα κρῖνʼ αὐτὸς μαθών. Οἰδίπους λέγειν σὺ δεινός, μανθάνειν δʼ ἐγὼ κακὸς σοῦ· δυσμενῆ γὰρ καὶ βαρύν σʼ ηὕρηκʼ ἐμοί. Κρέων τοῦτʼ αὐτὸ νῦν μου πρῶτʼ ἄκουσον ὡς ἐρῶ. Οἰδίπους τοῦτʼ αὐτὸ μή μοι φράζʼ, ὅπως οὐκ εἶ κακός. Κρέων εἴ τοι νομίζεις κτῆμα τὴν αὐθαδίαν εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς. Οἰδίπους εἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶς δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς. Κρέων ξύμφημί σοι ταῦτʼ ἔνδικʼ εἰρῆσθαι· τὸ δὲ πάθημʼ ὁποῖον φὴς παθεῖν, δίδασκέ με. Οἰδίπους ἔπειθες ἢ οὐκ ἔπειθες, ὡς χρείη μʼ ἐπὶ τὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα; Κρέων καὶ νῦν ἔθʼ αὑτός εἰμι τῷ βουλεύματι. Οἰδίπους πόσον τινʼ ἤδη δῆθʼ ὁ Λάϊος χρόνον Κρέων δέδρακε ποῖον ἔργον; οὐ γὰρ ἐννοῶ. Οἰδίπους ἄφαντος ἔρρει θανασίμῳ χειρώματι; Κρέων μακροὶ παλαιοί τʼ ἂν μετρηθεῖεν χρόνοι. Οἰδίπους τότʼ οὖν ὁ μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ; Κρέων σοφός γʼ ὁμοίως κἀξ ἴσου τιμώμενος. Οἰδίπους ἐμνήσατʼ οὖν ἐμοῦ τι τῷ τότʼ ἐν χρόνῳ; Κρέων οὔκουν ἐμοῦ γʼ ἑστῶτος οὐδαμοῦ πέλας. Οἰδίπους ἀλλʼ οὐκ ἔρευναν τοῦ κτανόντος ἔσχετε; Κρέων παρέσχομεν, πῶς δʼ οὐχί; κοὐκ ἠκούσαμεν. Οἰδίπους πῶς οὖν τόθʼ οὗτος ὁ σοφὸς οὐκ ηὔδα τάδε; Κρέων οὐκ οἶδʼ· ἐφʼ οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ. Οἰδίπους τοσόνδε γʼ οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν. Κρέων ποῖον τόδʼ; εἰ γὰρ οἶδά γʼ, οὐκ ἀρνήσομαι. Οἰδίπους ὁθούνεκʼ, εἰ μὴ σοὶ ξυνῆλθε, τάσδʼ ἐμὰς οὐκ ἄν ποτʼ εἶπε Λαΐου διαφθοράς. Κρέων εἰ μὲν λέγει τάδʼ, αὐτὸς οἶσθʼ· ἐγὼ δὲ σοῦ μαθεῖν δικαιῶ ταὔθʼ ἅπερ κἀμοῦ σὺ νῦν. Οἰδίπους ἐκμάνθανʼ· οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι. Κρέων τί δῆτʼ; ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις; Οἰδίπους ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς. Κρέων ἄρχεις δʼ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων; Οἰδίπους ἃν ᾖ θέλουσα πάντʼ ἐμοῦ κομίζεται. Κρέων οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος; Οἰδίπους ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνει φίλος. Κρέων οὔκ, εἰ διδοίης γʼ ὡς ἐγὼ σαυτῷ λόγον. σκέψαι δὲ τοῦτο πρῶτον, εἴ τινʼ ἂν δοκεῖς ἄρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον ἢ ἄτρεστον εὕδοντʼ, εἰ τά γʼ αὔθʼ ἕξει κράτη. ἐγὼ μὲν οὖν οὔτʼ αὐτὸς ἱμείρων ἔφυν τύραννος εἶναι μᾶλλον ἢ τύραννα δρᾶν, οὔτʼ ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται. νῦν μὲν γὰρ ἐκ σοῦ πάντʼ ἄνευ φόβου φέρω, εἰ δʼ αὐτὸς ἦρχον, πολλὰ κἂν ἄκων ἔδρων. πῶς δῆτʼ ἐμοὶ τυραννὶς ἡδίων ἔχειν ἀρχῆς ἀλύπου καὶ δυναστείας ἔφυ; οὔπω τοσοῦτον ἠπατημένος κυρῶ ὥστʼ ἄλλα χρῄζειν ἢ τὰ σὺν κέρδει καλά. νῦν πᾶσι χαίρω, νῦν με πᾶς ἀσπάζεται, νῦν οἱ σέθεν χρῄζοντες ἐκκαλοῦσί με· τὸ γὰρ τυχεῖν αὐτοῖσι πᾶν ἐνταῦθʼ ἔνι. πῶς δῆτʼ ἐγὼ κεῖνʼ ἂν λάβοιμʼ ἀφεὶς τάδε; οὐκ ἂν γένοιτο νοῦς κακὸς καλῶς φρονῶν. ἀλλʼ οὔτʼ ἐραστὴς τῆσδε τῆς γνώμης ἔφυν οὔτʼ ἂν μετʼ ἄλλου δρῶντος ἂν τλαίην ποτέ. καὶ τῶνδʼ ἔλεγχον τοῦτο μὲν Πυθώδʼ ἰὼν πεύθου τὰ χρησθέντʼ εἰ σαφῶς ἤγγειλά σοι· τοῦτʼ ἄλλʼ, ἐάν με τῷ τερασκόπῳ λάβῃς κοινῇ τι βουλεύσαντα, μή μʼ ἁπλῇ κτάνῃς ψήφῳ, διπλῇ δέ, τῇ τʼ ἐμῇ καὶ σῇ, λαβών· γνώμῃ δʼ ἀδήλῳ μή με χωρὶς αἰτιῶ. οὐ γὰρ δίκαιον οὔτε τοὺς κακοὺς μάτην χρηστοὺς νομίζειν οὔτε τοὺς χρηστοὺς κακούς. φίλον γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγω καὶ τὸν παρʼ αὑτῷ βίοτον, ὃν πλεῖστον, φιλεῖ. ἀλλʼ ἐν χρόνῳ γνώσει τάδʼ ἀσφαλῶς, ἐπεὶ χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος· κακὸν δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ. Χορός καλῶς ἔλεξεν εὐλαβουμένῳ πεσεῖν, ἄναξ· φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς. Οἰδίπους ὅταν ταχύς τις οὑπιβουλεύων λάθρᾳ χωρῇ, ταχὺν δεῖ κἀμὲ βουλεύειν πάλιν· εἰ δʼ ἡσυχάζων προσμενῶ, τὰ τοῦδε μὲν πεπραγμένʼ ἔσται, τἀμὰ δʼ ἡμαρτημένα. Κρέων τί δῆτα χρῄζεις; ἦ με γῆς ἔξω βαλεῖν; Οἰδίπους ἥκιστα· θνῄσκειν, οὐ φυγεῖν σε βούλομαι. ὡς ἂν προδείξῃς οἷόν ἐστι τὸ φθονεῖν. Κρέων ὡς οὐχ ὑπείξων οὐδὲ πιστεύσων λέγεις; Οἰδίπους Κρέων οὐ γὰρ φρονοῦντά σʼ εὖ βλέπω. Οἰδίπους τὸ γοῦν ἐμόν. Κρέων ἀλλʼ ἐξ ἴσου δεῖ κἀμόν.