σχολῇ σʼ ἂν οἴκους τοὺς ἐμοὺς ἐστειλάμην. Τειρεσίας ἡμεῖς τοιοίδʼ ἔφυμεν, ὡς μὲν σοὶ δοκεῖ, μῶροι, γονεῦσι δʼ, οἵ σʼ ἔφυσαν, ἔμφρονες. Οἰδίπους ποίοισι; μεῖνον, τίς δέ μʼ ἐκφύει βροτῶν; Τειρεσίας ἥδʼ ἡμέρα φύσει σε καὶ διαφθερεῖ. Οἰδίπους ὡς πάντʼ ἄγαν αἰνικτὰ κἀσαφῆ λέγεις. Τειρεσίας οὔκουν σὺ ταῦτʼ ἄριστος εὑρίσκειν ἔφυς; Οἰδίπους τοιαῦτʼ ὀνείδιζʼ, οἷς ἔμʼ εὑρήσεις μέγαν. Τειρεσίας αὕτη γε μέντοι σʼ ἡ τύχη διώλεσεν. Οἰδίπους ἀλλʼ εἰ πόλιν τήνδʼ ἐξέσωσʼ, οὔ μοι μέλει. Τειρεσίας ἄπειμι τοίνυν· καὶ σύ, παῖ, κόμιζέ με. Οἰδίπους κομιζέτω δῆθʼ· ὡς παρὼν σύ γʼ ἐμποδὼν ὀχλεῖς, συθείς τʼ ἂν οὐκ ἂν ἀλγύνοις πλέον. Τειρεσίας εἰπὼν ἄπειμʼ ὧν οὕνεκʼ, ἦλθον, οὐ τὸ σὸν δείσας πρόσωπον· οὐ γὰρ ἔσθʼ ὅπου μʼ ὀλεῖς. λέγω δέ σοι· τὸν ἄνδρα τοῦτον, ὃν πάλαι ζητεῖς ἀπειλῶν κἀνακηρύσσων φόνον τὸν Λαΐειον, οὗτός ἐστιν ἐνθάδε, ξένος λόγῳ μέτοικος, εἶτα δʼ ἐγγενὴς φανήσεται Θηβαῖος, οὐδʼ ἡσθήσεται τῇ ξυμφορᾷ· τυφλὸς γὰρ ἐκ δεδορκότος καὶ πτωχὸς ἀντὶ πλουσίου ξένην ἔπι σκήπτρῳ προδεικνὺς γαῖαν ἐμπορεύσεται. φανήσεται δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼν ἀδελφὸς αὑτὸς καὶ πατήρ, κἀξ ἧς ἔφυ γυναικὸς υἱὸς καὶ πόσις, καὶ τοῦ πατρὸς ὁμόσπορός τε καὶ φονεύς. καὶ ταῦτʼ ἰὼν εἴσω λογίζου· κἂν λάβῃς ἐψευσμένον, φάσκειν ἔμʼ ἤδη μαντικῇ μηδὲν φρονεῖν. Χορός τίς ὅντινʼ ἁ θεσπιέπεια Δελφὶς εἶπε πέτρα