ὃν δὴ σὺ πειρᾷς ἐκβαλεῖν, δοκῶν θρόνοις παραστατήσειν τοῖς Κρεοντείοις πέλας. κλαίων δοκεῖς μοι καὶ σὺ χὠ συνθεὶς τάδε ἀγηλατήσειν· εἰ δὲ μὴ ʼδόκεις γέρων εἶναι, παθὼν ἔγνως ἂν οἷά περ φρονεῖς. Χορός ἡμῖν μὲν εἰκάζουσι καὶ τὰ τοῦδʼ ἔπη ὀργῇ λελέχθαι καὶ τά σʼ, Οἰδίπους, δοκεῖ, δεῖ δʼ οὐ τοιούτων, ἀλλʼ ὅπως τὰ τοῦ θεοῦ μαντεῖʼ ἄριστα λύσομεν, τόδε σκοπεῖν. Τειρεσίας εἰ καὶ τυραννεῖς, ἐξισωτέον τὸ γοῦν ἴσʼ ἀντιλέξαι· τοῦδε γὰρ κἀγὼ κρατῶ. οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ· ὥστʼ οὐ Κρέοντος προστάτου γεγράψομαι. λέγω δʼ, ἐπειδὴ καὶ τυφλόν μʼ ὠνείδισας· σὺ καὶ δέδορκας κοὐ βλέπεις ἵνʼ εἶ κακοῦ, οὐδʼ ἔνθα ναίεις, οὐδʼ ὅτων οἰκεῖς μέτα. ἆρʼ οἶσθʼ ἀφʼ ὧν εἶ; καὶ λέληθας ἐχθρὸς ὢν τοῖς σοῖσιν αὐτοῦ νέρθε κἀπὶ γῆς ἄνω, καί σʼ ἀμφιπλὴξ μητρός τε καὶ τοῦ σοῦ πατρὸς ἐλᾷ ποτʼ ἐκ γῆς τῆσδε δεινόπους ἀρά, βλέποντα νῦν μὲν ὄρθʼ, ἔπειτα δὲ σκότον. βοῆς δὲ τῆς σῆς ποῖος οὐκ ἔσται λιμήν, ποῖος Κιθαιρὼν οὐχὶ σύμφωνος τάχα, ὅταν καταίσθῃ τὸν ὑμέναιον, ὃν δόμοις ἄνορμον εἰσέπλευσας, εὐπλοίας τυχών; ἄλλων δὲ πλῆθος οὐκ ἐπαισθάνει κακῶν, ἅ σʼ ἐξισώσει σοί τε καὶ τοῖς σοῖς τέκνοις. πρὸς ταῦτα καὶ Κρέοντα καὶ τοὐμὸν στόμα προπηλάκιζε· σοῦ γὰρ οὐκ ἔστιν βροτῶν κάκιον ὅστις ἐκτριβήσεταί ποτε. Οἰδίπους ἦ ταῦτα δῆτʼ ἀνεκτὰ πρὸς τούτου κλύειν; οὐκ εἰς ὄλεθρον; οὐχὶ θᾶσσον; οὐ πάλιν ἄψορρος οἴκων τῶνδʼ ἀποστραφεὶς ἄπει; Τειρεσίας οὐδʼ ἱκόμην ἔγωγʼ ἄν, εἰ σὺ μὴ ʼκάλεις. Οἰδίπους οὐ γάρ τί σʼ ᾔδη μῶρα φωνήσοντʼ, ἐπεὶ σχολῇ σʼ ἂν οἴκους τοὺς ἐμοὺς ἐστειλάμην. Τειρεσίας ἡμεῖς τοιοίδʼ ἔφυμεν, ὡς μὲν σοὶ δοκεῖ, μῶροι, γονεῦσι δʼ, οἵ σʼ ἔφυσαν, ἔμφρονες. Οἰδίπους ποίοισι; μεῖνον, τίς δέ μʼ ἐκφύει βροτῶν; Τειρεσίας ἥδʼ ἡμέρα φύσει σε καὶ διαφθερεῖ. Οἰδίπους ὡς πάντʼ ἄγαν αἰνικτὰ κἀσαφῆ λέγεις. Τειρεσίας οὔκουν σὺ ταῦτʼ ἄριστος εὑρίσκειν ἔφυς; Οἰδίπους τοιαῦτʼ ὀνείδιζʼ, οἷς ἔμʼ εὑρήσεις μέγαν. Τειρεσίας αὕτη γε μέντοι σʼ ἡ τύχη διώλεσεν. Οἰδίπους ἀλλʼ εἰ πόλιν τήνδʼ ἐξέσωσʼ, οὔ μοι μέλει. Τειρεσίας ἄπειμι τοίνυν· καὶ σύ, παῖ, κόμιζέ με. Οἰδίπους κομιζέτω δῆθʼ· ὡς παρὼν σύ γʼ ἐμποδὼν ὀχλεῖς, συθείς τʼ ἂν οὐκ ἂν ἀλγύνοις πλέον. Τειρεσίας εἰπὼν ἄπειμʼ ὧν οὕνεκʼ, ἦλθον, οὐ τὸ σὸν δείσας πρόσωπον· οὐ γὰρ ἔσθʼ ὅπου μʼ ὀλεῖς. λέγω δέ σοι· τὸν ἄνδρα τοῦτον, ὃν πάλαι ζητεῖς ἀπειλῶν κἀνακηρύσσων φόνον τὸν Λαΐειον, οὗτός ἐστιν ἐνθάδε, ξένος λόγῳ μέτοικος, εἶτα δʼ ἐγγενὴς φανήσεται Θηβαῖος, οὐδʼ ἡσθήσεται τῇ ξυμφορᾷ· τυφλὸς γὰρ ἐκ δεδορκότος καὶ πτωχὸς ἀντὶ πλουσίου ξένην ἔπι σκήπτρῳ προδεικνὺς γαῖαν ἐμπορεύσεται. φανήσεται δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼν ἀδελφὸς αὑτὸς καὶ πατήρ, κἀξ ἧς ἔφυ γυναικὸς υἱὸς καὶ πόσις, καὶ τοῦ πατρὸς ὁμόσπορός τε καὶ φονεύς. καὶ ταῦτʼ ἰὼν εἴσω λογίζου· κἂν λάβῃς ἐψευσμένον, φάσκειν ἔμʼ ἤδη μαντικῇ μηδὲν φρονεῖν. Χορός τίς ὅντινʼ ἁ θεσπιέπεια Δελφὶς εἶπε πέτρα ἄρρητʼ ἀρρήτων τελέσαντα φοινίαισι χερσίν; ὥρα νιν ἀελλάδων ἵππων σθεναρώτερον φυγᾷ πόδα νωμᾶν. ἔνοπλος γὰρ ἐπʼ αὐτὸν ἐπενθρῴσκει πυρὶ καὶ στεροπαῖς ὁ Διὸς γενέτας, δειναὶ δʼ ἅμʼ ἕπονται κῆρες ἀναπλάκητοι Χορός ἔλαμψε γὰρ τοῦ νιφόεντος ἀρτίως φανεῖσα φάμα Παρνασοῦ τὸν ἄδηλον ἄνδρα πάντʼ ἰχνεύειν. φοιτᾷ γὰρ ὑπʼ ἀγρίαν ὕλαν ἀνά τʼ ἄντρα καὶ