θυμοῦ διʼ ὀργῆς ἥτις ἀγριωτάτη. Οἰδίπους καὶ μὴν παρήσω γʼ οὐδέν, ὡς ὀργῆς ἔχω, ἅπερ ξυνίημʼ· ἴσθι γὰρ δοκῶν ἐμοὶ καὶ ξυμφυτεῦσαι τοὔργον εἰργάσθαι θʼ, ὅσον μὴ χερσὶ καίνων· εἰ δʼ ἐτύγχανες βλέπων, καὶ τοὔργον ἂν σοῦ τοῦτʼ, ἔφην εἶναι μόνου. Τειρεσίας ἄληθες; ἐννέπω σὲ τῷ κηρύγματι ᾧπερ προεῖπας ἐμμένειν, κἀφʼ ἡμέρας τῆς νῦν προσαυδᾶν μήτε τούσδε μήτʼ ἐμέ, ὡς ὄντι γῆς τῆσδʼ ἀνοσίῳ μιάστορι. Οἰδίπους οὕτως ἀναιδῶς ἐξεκίνησας τόδε τὸ ῥῆμα; καὶ ποῦ τοῦτο φεύξεσθαι δοκεῖς; Τειρεσίας πέφευγα· τἀληθὲς γὰρ ἰσχῦον τρέφω. Οἰδίπους πρὸς τοῦ διδαχθείς; οὐ γὰρ ἔκ γε τῆς τέχνης. Τειρεσίας πρὸς σοῦ· σὺ γάρ μʼ ἄκοντα προυτρέψω λέγειν. Οἰδίπους ποῖον λόγον; λέγʼ αὖθις, ὡς μᾶλλον μάθω. Τειρεσίας οὐχὶ ξυνῆκας πρόσθεν; ἢ ʼκπειρᾷ λέγων; Οἰδίπους οὐχ ὥστε γʼ εἰπεῖν γνωστόν· ἀλλʼ αὖθις φράσον. Τειρεσίας φονέα σε φημὶ τἀνδρὸς οὗ ζητεῖς κυρεῖν. Οἰδίπους ἀλλʼ οὔ τι χαίρων δίς γε πημονὰς ἐρεῖς. Τειρεσίας εἴπω τι δῆτα κἄλλʼ, ἵνʼ ὀργίζῃ πλέον; Οἰδίπους ὅσον γε χρῄζεις· ὡς μάτην εἰρήσεται. Τειρεσίας λεληθέναι σε φημὶ σὺν τοῖς φιλτάτοις αἴσχισθʼ ὁμιλοῦντʼ, οὐδʼ ὁρᾶν ἵνʼ εἶ κακοῦ. Οἰδίπους ἦ καὶ γεγηθὼς ταῦτʼ ἀεὶ λέξειν δοκεῖς; Τειρεσίας εἴπερ τί γʼ ἐστὶ τῆς ἀληθείας σθένος. Οἰδίπους ἀλλʼ ἔστι, πλὴν σοί· σοὶ δὲ τοῦτʼ οὐκ ἔστʼ ἐπεὶ τυφλὸς τά τʼ ὦτα τόν τε νοῦν τά τʼ ὄμματʼ εἶ. Τειρεσίας σὺ δʼ ἄθλιός γε ταῦτʼ ὀνειδίζων, ἃ σοὶ οὐδεὶς ὃς οὐχὶ τῶνδʼ ὀνειδιεῖ τάχα.