οὔτʼ ἔννομʼ εἶπας οὔτε προσφιλῆ πόλει τῇδʼ, ἥ σʼ ἔθρεψε, τήνδʼ ἀποστερῶν φάτιν. Τειρεσίας ὁρῶ γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημʼ ἰὸν πρὸς καιρόν· ὡς οὖν μηδʼ ἐγὼ ταὐτὸν πάθω— Οἰδίπους μὴ πρὸς θεῶν φρονῶν γʼ ἀποστραφῇς, ἐπεὶ πάντες σε προσκυνοῦμεν οἵδʼ ἱκτήριοι. Τειρεσίας πάντες γὰρ οὐ φρονεῖτʼ· ἐγὼ δʼ οὐ μή ποτε τἄμʼ, ὡς ἂν εἴπω μὴ τὰ σʼ, ἐκφήνω κακά. Οἰδίπους τί φής; ξυνειδὼς οὐ φράσεις, ἀλλʼ ἐννοεῖς ἡμᾶς προδοῦναι καὶ καταφθεῖραι πόλιν; Τειρεσίας ἐγὼ οὔτʼ ἐμαυτὸν οὔτε σʼ ἀλγυνῶ. τί ταῦτʼ ἄλλως ἐλέγχεις; οὐ γὰρ ἂν πύθοιό μου. Οἰδίπους οὐκ, ὦ κακῶν κάκιστε, καὶ γὰρ ἂν πέτρου φύσιν σύ γʼ ὀργάνειας, ἐξερεῖς ποτε, ἀλλʼ ὧδʼ ἄτεγκτος κἀτελεύτητος φανεῖ; Τειρεσίας ὀργὴν ἐμέμψω τὴν ἐμήν, τὴν σὴν δʼ ὁμοῦ ναίουσαν οὐ κατεῖδες, ἀλλʼ ἐμὲ ψέγεις. Οἰδίπους τίς γὰρ τοιαῦτʼ ἂν οὐκ ἂν ὀργίζοιτʼ ἔπη κλύων, ἃ νῦν σὺ τήνδʼ ἀτιμάζεις πόλιν; Τειρεσίας ἥξει γὰρ αὐτά, κἂν ἐγὼ σιγῇ στέγω. Οἰδίπους οὐκοῦν ἅ γʼ ἥξει καὶ σὲ χρὴ λέγειν ἐμοί. Τειρεσίας οὐκ ἂν πέρα φράσαιμι. πρὸς τάδʼ, εἰ θέλεις, θυμοῦ διʼ ὀργῆς ἥτις ἀγριωτάτη. Οἰδίπους καὶ μὴν παρήσω γʼ οὐδέν, ὡς ὀργῆς ἔχω, ἅπερ ξυνίημʼ· ἴσθι γὰρ δοκῶν ἐμοὶ καὶ ξυμφυτεῦσαι τοὔργον εἰργάσθαι θʼ, ὅσον μὴ χερσὶ καίνων· εἰ δʼ ἐτύγχανες βλέπων, καὶ τοὔργον ἂν σοῦ τοῦτʼ, ἔφην εἶναι μόνου. Τειρεσίας ἄληθες; ἐννέπω σὲ τῷ κηρύγματι ᾧπερ προεῖπας ἐμμένειν, κἀφʼ ἡμέρας τῆς νῦν προσαυδᾶν μήτε τούσδε μήτʼ ἐμέ, ὡς ὄντι γῆς τῆσδʼ ἀνοσίῳ μιάστορι. Οἰδίπους οὕτως ἀναιδῶς ἐξεκίνησας τόδε τὸ ῥῆμα; καὶ ποῦ τοῦτο φεύξεσθαι δοκεῖς; Τειρεσίας πέφευγα· τἀληθὲς γὰρ ἰσχῦον τρέφω. Οἰδίπους πρὸς τοῦ διδαχθείς; οὐ γὰρ ἔκ γε τῆς τέχνης. Τειρεσίας πρὸς σοῦ· σὺ γάρ μʼ ἄκοντα προυτρέψω λέγειν. Οἰδίπους ποῖον λόγον; λέγʼ αὖθις, ὡς μᾶλλον μάθω. Τειρεσίας οὐχὶ ξυνῆκας πρόσθεν; ἢ ʼκπειρᾷ λέγων; Οἰδίπους οὐχ ὥστε γʼ εἰπεῖν γνωστόν· ἀλλʼ αὖθις φράσον. Τειρεσίας φονέα σε φημὶ τἀνδρὸς οὗ ζητεῖς κυρεῖν. Οἰδίπους ἀλλʼ οὔ τι χαίρων δίς γε πημονὰς ἐρεῖς. Τειρεσίας εἴπω τι δῆτα κἄλλʼ, ἵνʼ ὀργίζῃ πλέον; Οἰδίπους ὅσον γε χρῄζεις· ὡς μάτην εἰρήσεται. Τειρεσίας λεληθέναι σε φημὶ σὺν τοῖς φιλτάτοις αἴσχισθʼ ὁμιλοῦντʼ, οὐδʼ ὁρᾶν ἵνʼ εἶ κακοῦ. Οἰδίπους ἦ καὶ γεγηθὼς ταῦτʼ ἀεὶ λέξειν δοκεῖς; Τειρεσίας εἴπερ τί γʼ ἐστὶ τῆς ἀληθείας σθένος. Οἰδίπους ἀλλʼ ἔστι, πλὴν σοί· σοὶ δὲ τοῦτʼ οὐκ ἔστʼ ἐπεὶ τυφλὸς τά τʼ ὦτα τόν τε νοῦν τά τʼ ὄμματʼ εἶ. Τειρεσίας σὺ δʼ ἄθλιός γε ταῦτʼ ὀνειδίζων, ἃ σοὶ οὐδεὶς ὃς οὐχὶ τῶνδʼ ὀνειδιεῖ τάχα. Οἰδίπους μιᾶς τρέφει πρὸς νυκτός, ὥστε μήτʼ ἐμὲ μήτʼ ἄλλον, ὅστις φῶς ὁρᾷ, βλάψαι ποτʼ ἄν. Τειρεσίας οὐ γάρ σε μοῖρα πρός γʼ ἐμοῦ πεσεῖν, ἐπεὶ ἱκανὸς Ἀπόλλων, ᾧ τάδʼ ἐκπρᾶξαι μέλει. Οἰδίπους Κρέοντος ἢ σοῦ ταῦτα τἀξευρήματα; Τειρεσίας Κρέων δέ σοι πῆμʼ οὐδέν, ἀλλʼ αὐτὸς σὺ σοί. Οἰδίπους ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης ὑπερφέρουσα τῷ πολυζήλῳ βίῳ, ὅσος παρʼ ὑμῖν ὁ φθόνος φυλάσσεται, εἰ τῆσδέ γʼ ἀρχῆς οὕνεχʼ, ἣν ἐμοὶ πόλις δωρητόν, οὐκ αἰτητόν, εἰσεχείρισεν, ταύτης Κρέων ὁ πιστός, οὑξ ἀρχῆς φίλος, λάθρᾳ μʼ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται, ὑφεὶς μάγον τοιόνδε μηχανορράφον, δόλιον ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσιν μόνον δέδορκε, τὴν τέχνην δʼ ἔφυ τυφλός. ἐπεί, φέρʼ εἰπέ, ποῦ σὺ μάντις εἶ σαφής; πῶς οὐκ, ὅθʼ ἡ ῥαψῳδὸς ἐνθάδʼ ἦν κύων, ηὔδας τι τοῖσδʼ ἀστοῖσιν ἐκλυτήριον; καίτοι τό γʼ αἴνιγμʼ οὐχὶ τοὐπιόντος ἦν ἀνδρὸς διειπεῖν, ἀλλὰ μαντείας ἔδει· ἣν οὔτʼ ἀπʼ οἰωνῶν σὺ προυφάνης ἔχων οὔτʼ ἐκ θεῶν του γνωτόν· ἀλλʼ ἐγὼ μολών, ὁ μηδὲν εἰδὼς Οἰδίπους, ἔπαυσά νιν, γνώμῃ κυρήσας οὐδʼ ἀπʼ, οἰωνῶν μαθών·