ἐν σοὶ γὰρ ἐσμέν· ἄνδρα δʼ ὠφελεῖν ἀφʼ ὧν ἔχοι τε καὶ δύναιτο, κάλλιστος πόνων. Τειρεσίας φεῦ φεῦ, φρονεῖν ὡς δεινὸν ἔνθα μὴ τέλη λύῃ φρονοῦντι· ταῦτα γὰρ καλῶς ἐγὼ εἰδὼς διώλεσʼ· οὐ γὰρ ἂν δεῦρʼ ἱκόμην. Οἰδίπους τί δʼ ἔστιν; ὡς ἄθυμος εἰσελήλυθας. Τειρεσίας ἄφες μʼ ἐς οἴκους· ῥᾷστα γὰρ τὸ σόν τε σὺ κἀγὼ διοίσω τοὐμόν, ἢν ἐμοὶ πίθῃ. Οἰδίπους οὔτʼ ἔννομʼ εἶπας οὔτε προσφιλῆ πόλει τῇδʼ, ἥ σʼ ἔθρεψε, τήνδʼ ἀποστερῶν φάτιν. Τειρεσίας ὁρῶ γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημʼ ἰὸν πρὸς καιρόν· ὡς οὖν μηδʼ ἐγὼ ταὐτὸν πάθω— Οἰδίπους μὴ πρὸς θεῶν φρονῶν γʼ ἀποστραφῇς, ἐπεὶ πάντες σε προσκυνοῦμεν οἵδʼ ἱκτήριοι. Τειρεσίας πάντες γὰρ οὐ φρονεῖτʼ· ἐγὼ δʼ οὐ μή ποτε τἄμʼ, ὡς ἂν εἴπω μὴ τὰ σʼ, ἐκφήνω κακά. Οἰδίπους τί φής; ξυνειδὼς οὐ φράσεις, ἀλλʼ ἐννοεῖς ἡμᾶς προδοῦναι καὶ καταφθεῖραι πόλιν; Τειρεσίας ἐγὼ οὔτʼ ἐμαυτὸν οὔτε σʼ ἀλγυνῶ. τί ταῦτʼ ἄλλως ἐλέγχεις; οὐ γὰρ ἂν πύθοιό μου. Οἰδίπους οὐκ, ὦ κακῶν κάκιστε, καὶ γὰρ ἂν πέτρου φύσιν σύ γʼ ὀργάνειας, ἐξερεῖς ποτε, ἀλλʼ ὧδʼ ἄτεγκτος κἀτελεύτητος φανεῖ; Τειρεσίας ὀργὴν ἐμέμψω τὴν ἐμήν, τὴν σὴν δʼ ὁμοῦ ναίουσαν οὐ κατεῖδες, ἀλλʼ ἐμὲ ψέγεις. Οἰδίπους τίς γὰρ τοιαῦτʼ ἂν οὐκ ἂν ὀργίζοιτʼ ἔπη κλύων, ἃ νῦν σὺ τήνδʼ ἀτιμάζεις πόλιν; Τειρεσίας ἥξει γὰρ αὐτά, κἂν ἐγὼ σιγῇ στέγω. Οἰδίπους οὐκοῦν ἅ γʼ ἥξει καὶ σὲ χρὴ λέγειν ἐμοί. Τειρεσίας οὐκ ἂν πέρα φράσαιμι. πρὸς τάδʼ, εἰ θέλεις,