<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="31">θεοῖσι μέν νυν οὐκ ἰσούμενόν σʼ ἐγὼ</l><l n="32">οὐδʼ οἵδε παῖδες ἑζόμεσθʼ ἐφέστιοι,</l><l n="33">ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου</l><l n="34">κρίνοντες ἔν τε δαιμόνων συναλλαγαῖς·</l><l n="35">ὅς γʼ ἐξέλυσας ἄστυ Καδμεῖον μολὼν</l><l n="36">σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν,</l><l n="37">καὶ ταῦθʼ ὑφʼ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον</l><l n="38">οὐδʼ ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦ</l><l n="39">λέγει νομίζει θʼ ἡμὶν ὀρθῶσαι βίον·</l><l n="40">νῦν τʼ, ὦ κράτιστον πᾶσιν Οἰδίπου κάρα,</l><l n="41">ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι</l><l n="42">ἀλκήν τινʼ εὑρεῖν ἡμίν, εἴτε του θεῶν</l><l n="43">φήμην ἀκούσας εἴτʼ ἀπʼ ἀνδρὸς οἶσθά του·</l><l n="44">ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς</l><l n="45">ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων.</l><l n="46">ἴθʼ, ὦ βροτῶν ἄριστʼ, ἀνόρθωσον πόλιν,</l><l n="47">ἴθʼ, εὐλαβήθηθʼ· ὡς σὲ νῦν μὲν ἥδε γῆ</l><l n="48">σωτῆρα κλῄζει τῆς πάρος προθυμίας·</l><l n="49">ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα</l><l n="50">στάντες τʼ  ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον.</l><l n="51">ἀλλʼ ἀσφαλείᾳ τήνδʼ ἀνόρθωσον πόλιν·</l><l n="52">ὄρνιθι γὰρ καὶ τὴν τότʼ αἰσίῳ τύχην</l><l n="53">παρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ.</l><l n="54">ὡς εἴπερ ἄρξεις τῆσδε γῆς, ὥσπερ κρατεῖς,</l><l n="55">ξὺν ἀνδράσιν κάλλιον ἢ κενῆς κρατεῖν·</l><l n="56">ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦς</l><l n="57">ἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω.</l></sp><milestone unit="card" resp="p" n="58"/><sp><speaker>Οἰδίπους</speaker><l n="58">ὦ παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοι</l><l n="59">προσήλθεθʼ ἱμείροντες·  εὖ γὰρ οἶδʼ ὅτι</l><l n="60">νοσεῖτε πάντες, καὶ νοσοῦντες, ὡς ἐγὼ</l></sp></div></div></body></text></TEI>