ἄνακτʼ ἄνακτι ταὔθʼ ὁρῶντʼ ἐπίσταμαι μάλιστα Φοίβῳ Τειρεσίαν, παρʼ οὗ τις ἂν σκοπῶν τάδʼ, ὦναξ, ἐκμάθοι σαφέστατα. Οἰδίπους ἀλλʼ οὐκ ἐν ἀργοῖς οὐδὲ τοῦτʼ ἐπραξάμην. ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦς πομπούς· πάλαι δὲ μὴ παρῶν θαυμάζεται. Χορός καὶ μὴν τά γʼ ἄλλα κωφὰ καὶ παλαίʼ ἔπη. Οἰδίπους τὰ ποῖα ταῦτα; πάντα γὰρ σκοπῶ λόγον. Χορός θανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων. Οἰδίπους ἤκουσα κἀγώ. τὸν δʼ ἰδόντʼ οὐδεὶς ὁρᾷ. Χορός ἀλλʼ εἴ τι μὲν δὴ δείματός γʼ ἔχει μέρος, τὰς σὰς ἀκούων οὐ μενεῖ τοιάσδʼ ἀράς, Οἰδίπους ᾧ μή ʼστι δρῶντι τάρβος, οὐδʼ ἔπος φοβεῖ. Χορός ἀλλʼ οὑξελέγξων αὐτὸν ἔστιν· οἵδε γὰρ τὸν θεῖον ἤδη μάντιν ὧδʼ ἄγουσιν, ᾧ τἀληθὲς ἐμπέφυκεν ἀνθρώπων μόνῳ. Οἰδίπους ὦ πάντα νωμῶν Τειρεσία, διδακτά τε ἄρρητά τʼ, οὐράνιά τε καὶ χθονοστιβῆ, πόλιν μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δʼ ὅμως οἵᾳ νόσῳ σύνεστιν· ἧς σὲ προστάτην σωτῆρά τʼ, ὦναξ, μοῦνον ἐξευρίσκομεν. Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων, πέμψασιν ἡμῖν ἀντέπεμψεν, ἔκλυσιν μόνην ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος, εἰ τοὺς κτανόντας Λάϊον μαθόντες εὖ κτείναιμεν ἢ γῆς φυγάδας ἐκπεμψαίμεθα. σύ νυν φθονήσας μήτʼ ἀπʼ οἰωνῶν φάτιν μήτʼ εἴ τινʼ ἄλλην μαντικῆς ἔχεις ὁδόν, ῥῦσαι σεαυτὸν καὶ πόλιν, ῥῦσαι δʼ ἐμέ, ῥῦσαι δὲ πᾶν μίασμα τοῦ τεθνηκότος.