γῆς ὧδʼ ἀκάρπως κἀθέως ἐφθαρμένης. Οἰδίπους οὐδʼ εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον, ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν, ἀνδρός γʼ ἀρίστου βασιλέως τʼ ὀλωλότος, ἀλλʼ ἐξερευνᾶν· νῦν δʼ ἐπεὶ κυρῶ γʼ ἐγὼ ἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν, ἔχων δὲ λέκτρα καὶ γυναῖχʼ ὁμόσπορον, κοινῶν τε παίδων κοίνʼ ἄν, εἰ κείνῳ γένος μὴ ʼδυστύχησεν, ἦν ἂν ἐκπεφυκότα· νῦν δʼ ἐς τὸ κείνου κρᾶτʼ ἐνήλαθʼ ἡ τύχη· ἀνθʼ ὧν ἐγὼ τάδʼ, ὡσπερεὶ τοὐμοῦ πατρός, ὑπερμαχοῦμαι κἀπὶ πᾶν ἀφίξομαι, ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν, τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ τοῦ πρόσθε Κάδμου τοῦ πάλαι τʼ Ἀγήνορος. καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς μήτʼ ἄροτον αὐτοῖς γῆς ἀνιέναι τινὰ μήτʼ οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδʼ ἐχθίονι· ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις, ὅσοις τάδʼ ἔστʼ ἀρέσκονθʼ, ἥ τε σύμμαχος Δίκη χοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί. Χορός ὥσπερ μʼ ἀραῖον ἔλαβες, ὧδʼ, ἄναξ, ἐρῶ. οὔτʼ ἔκτανον γὰρ οὔτε τὸν κτανόντʼ ἔχω δεῖξαι. τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν Φοίβου τόδʼ εἰπεῖν, ὅστις εἴργασταί ποτε. Οἰδίπους δίκαιʼ ἔλεξας· ἀλλʼ ἀναγκάσαι θεοὺς ἃν μὴ θέλωσιν οὐδʼ ἂν εἷς δύναιτʼ ἀνήρ. Χορός τὰ δεύτερʼ ἐκ τῶνδʼ ἂν λέγοιμʼ ἁμοὶ δοκεῖ. Οἰδίπους εἰ καὶ τρίτʼ ἐστί, μὴ παρῇς τὸ μὴ οὐ φράσαι.