τῷ τʼ ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω· κατεύχομαι δὲ τὸν δεδρακότʼ, εἴτε τις εἷς ὢν λέληθεν εἴτε πλειόνων μέτα, κακὸν κακῶς νιν ἄμορον ἐκτρῖψαι βίον· ἐπεύχομαι δʼ, οἴκοισιν εἰ ξυνέστιος ἐν τοῖς ἐμοῖς γένοιτʼ ἐμοῦ συνειδότος, παθεῖν ἅπερ τοῖσδʼ ἀρτίως ἠρασάμην. ὑμῖν δὲ ταῦτα πάντʼ ἐπισκήπτω τελεῖν, ὑπέρ τʼ ἐμαυτοῦ τοῦ θεοῦ τε τῆσδέ τε γῆς ὧδʼ ἀκάρπως κἀθέως ἐφθαρμένης. Οἰδίπους οὐδʼ εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον, ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν, ἀνδρός γʼ ἀρίστου βασιλέως τʼ ὀλωλότος, ἀλλʼ ἐξερευνᾶν· νῦν δʼ ἐπεὶ κυρῶ γʼ ἐγὼ ἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν, ἔχων δὲ λέκτρα καὶ γυναῖχʼ ὁμόσπορον, κοινῶν τε παίδων κοίνʼ ἄν, εἰ κείνῳ γένος μὴ ʼδυστύχησεν, ἦν ἂν ἐκπεφυκότα· νῦν δʼ ἐς τὸ κείνου κρᾶτʼ ἐνήλαθʼ ἡ τύχη· ἀνθʼ ὧν ἐγὼ τάδʼ, ὡσπερεὶ τοὐμοῦ πατρός, ὑπερμαχοῦμαι κἀπὶ πᾶν ἀφίξομαι, ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν, τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ τοῦ πρόσθε Κάδμου τοῦ πάλαι τʼ Ἀγήνορος. καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς μήτʼ ἄροτον αὐτοῖς γῆς ἀνιέναι τινὰ μήτʼ οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδʼ ἐχθίονι· ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις, ὅσοις τάδʼ ἔστʼ ἀρέσκονθʼ, ἥ τε σύμμαχος Δίκη χοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί. Χορός ὥσπερ μʼ ἀραῖον ἔλαβες, ὧδʼ, ἄναξ, ἐρῶ. οὔτʼ ἔκτανον γὰρ οὔτε τὸν κτανόντʼ ἔχω δεῖξαι. τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν Φοίβου τόδʼ εἰπεῖν, ὅστις εἴργασταί ποτε. Οἰδίπους δίκαιʼ ἔλεξας· ἀλλʼ ἀναγκάσαι θεοὺς ἃν μὴ θέλωσιν οὐδʼ ἂν εἷς δύναιτʼ ἀνήρ. Χορός τὰ δεύτερʼ ἐκ τῶνδʼ ἂν λέγοιμʼ ἁμοὶ δοκεῖ. Οἰδίπους εἰ καὶ τρίτʼ ἐστί, μὴ παρῇς τὸ μὴ οὐ φράσαι. Χορός ἄνακτʼ ἄνακτι ταὔθʼ ὁρῶντʼ ἐπίσταμαι μάλιστα Φοίβῳ Τειρεσίαν, παρʼ οὗ τις ἂν σκοπῶν τάδʼ, ὦναξ, ἐκμάθοι σαφέστατα. Οἰδίπους ἀλλʼ οὐκ ἐν ἀργοῖς οὐδὲ τοῦτʼ ἐπραξάμην. ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦς πομπούς· πάλαι δὲ μὴ παρῶν θαυμάζεται. Χορός καὶ μὴν τά γʼ ἄλλα κωφὰ καὶ παλαίʼ ἔπη. Οἰδίπους τὰ ποῖα ταῦτα; πάντα γὰρ σκοπῶ λόγον. Χορός θανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων. Οἰδίπους ἤκουσα κἀγώ. τὸν δʼ ἰδόντʼ οὐδεὶς ὁρᾷ. Χορός ἀλλʼ εἴ τι μὲν δὴ δείματός γʼ ἔχει μέρος, τὰς σὰς ἀκούων οὐ μενεῖ τοιάσδʼ ἀράς, Οἰδίπους ᾧ μή ʼστι δρῶντι τάρβος, οὐδʼ ἔπος φοβεῖ. Χορός ἀλλʼ οὑξελέγξων αὐτὸν ἔστιν· οἵδε γὰρ τὸν θεῖον ἤδη μάντιν ὧδʼ ἄγουσιν, ᾧ τἀληθὲς ἐμπέφυκεν ἀνθρώπων μόνῳ. Οἰδίπους ὦ πάντα νωμῶν Τειρεσία, διδακτά τε ἄρρητά τʼ, οὐράνιά τε καὶ χθονοστιβῆ, πόλιν μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δʼ ὅμως οἵᾳ νόσῳ σύνεστιν· ἧς σὲ προστάτην σωτῆρά τʼ, ὦναξ, μοῦνον ἐξευρίσκομεν. Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων, πέμψασιν ἡμῖν ἀντέπεμψεν, ἔκλυσιν μόνην ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος, εἰ τοὺς κτανόντας Λάϊον μαθόντες εὖ κτείναιμεν ἢ γῆς φυγάδας ἐκπεμψαίμεθα. σύ νυν φθονήσας μήτʼ ἀπʼ οἰωνῶν φάτιν μήτʼ εἴ τινʼ ἄλλην μαντικῆς ἔχεις ὁδόν, ῥῦσαι σεαυτὸν καὶ πόλιν, ῥῦσαι δʼ ἐμέ, ῥῦσαι δὲ πᾶν μίασμα τοῦ τεθνηκότος. ἐν σοὶ γὰρ ἐσμέν· ἄνδρα δʼ ὠφελεῖν ἀφʼ ὧν ἔχοι τε καὶ δύναιτο, κάλλιστος πόνων. Τειρεσίας φεῦ φεῦ, φρονεῖν ὡς δεινὸν ἔνθα μὴ τέλη λύῃ φρονοῦντι· ταῦτα γὰρ καλῶς ἐγὼ εἰδὼς διώλεσʼ· οὐ γὰρ ἂν δεῦρʼ ἱκόμην. Οἰδίπους τί δʼ ἔστιν; ὡς ἄθυμος εἰσελήλυθας. Τειρεσίας ἄφες μʼ ἐς οἴκους· ῥᾷστα γὰρ τὸ σόν τε σὺ κἀγὼ διοίσω τοὐμόν, ἢν ἐμοὶ πίθῃ.