Ἄρεά τε τὸν μαλερόν, ὃς νῦν ἄχαλκος ἀσπίδων φλέγει με περιβόατον, ἀντιάζω παλίσσυτον δράμημα νωτίσαι πάτρας ἔπουρον, εἴτʼ ἐς μέγαν θάλαμον Ἀμφιτρίτας εἴτʼ ἐς τὸν ἀπόξενον ὅρμων Θρῄκιον κλύδωνα· τελεῖν γὰρ εἴ τι νὺξ ἀφῇ, τοῦτʼ ἐπʼ ἦμαρ ἔρχεται· τόν, ὦ τᾶν πυρφόρων ἀστραπᾶν κράτη νέμων, ὦ Ζεῦ πάτερ, ὑπὸ σῷ φθίσον κεραυνῷ, Χορός Λύκειʼ ἄναξ, τά τε σὰ χρυσοστρόφων ἀπʼ ἀγκυλᾶν βέλεα θέλοιμʼ ἂν ἀδάματʼ ἐνδατεῖσθαι ἀρωγὰ προσταχθέντα τάς τε πυρφόρους Ἀρτέμιδος αἴγλας, ξὺν αἷς Λύκιʼ ὄρεα διᾴσσει· τὸν χρυσομίτραν τε κικλήσκω, τᾶσδʼ ἐπώνυμον γᾶς, οἰνῶπα Βάκχον εὔιον, Μαινάδων ὁμόστολον, πελασθῆναι φλέγοντʼ ἀγλαῶπι ¯ ˘ ¯ πεύκᾳ ʼπὶ τὸν ἀπότιμον ἐν θεοῖς θεόν. Οἰδίπους αἰτεῖς· ἃ δʼ αἰτεῖς, τἄμʼ ἐὰν θέλῃς ἔπη κλύων δέχεσθαι τῇ νόσῳ θʼ ὑπηρετεῖν, ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν· ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδʼ ἐξερῶ, ξένος δὲ τοῦ πραχθέντος· οὐ γὰρ ἂν μακρὰν ἴχνευον αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον, νῦν δʼ ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ, ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε·